Ancient Greek · ~3 min
περὶ ἀφελοῦς λόγου., Chapter 2, Section 1
Aelius Aristides, Περὶ πολιτικοῦ λόγου 2.1.6
Not analysed yet
δεῖ δὲ πολλάκις καὶ τὰ νοήματα μὴ πάντα ἰσχυρὰ εἶναι, ὥσπερ καὶ τὰ τῶν πολιτικῶν λόγων, ἀλλʼ ἔνια καὶ ὑφειμένως τιθέναι, καὶ τὰ ἥττω δοκοῦντα εἶναι, ἔνια δέ, εἰ οἷόν τε, ὡς καὶ γέλωτος ἄξια ἂν φανείη, ὡς καὶ ἐν τῷ Συμποσίῳ εὐθὺς ἐν ἀρχῇ τοῦ λόγου φησὶν ἀλλʼ ἔμοιγε δοκεῖ τῶν καλῶν ἢ τῶν ἀγαθῶν ἀνδρῶν οὐ μόνον τὰ μετὰ σπουδῆς πραττόμενα ἀξιομνημόνευτα εἶναι, ἀλλὰ καὶ τὰ ἐν ταῖς παιδιαῖς ἤθους ἐχόμενόν ἐστι τὸ νόημα, ὅτι δεῖ καὶ τὰ μετὰ παιδιᾶς πραττόμενα τῶν καλῶν τε κἀγαθῶν ἀνδρῶν ἀποδέχεσθαι. καὶ τοῦτό ἐστι τὸ θεώρημα τοῦ ἀφελοῦς λόγου, ὅτι μὴ ἐκ παντὸς τρόπου διώκειν τὰ ἔνδοξα καὶ μεγάλα, ἀλλὰ καὶ τὰ δοκοῦντα φαῦλα εἶναι καὶ εὐκαταφρόνητα.