# Ἀττικὰ ὀνόματα 168.2-170.1

Aelius Dionysius, Ἀττικὰ ὀνόματα, 168.2 to 170.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-dionysius/text/168.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aelius-dionysius/text/168.2

156. Eustath. p. 1435, 62. τὸ δὲ ἔειπες ἔχει τις γράφω καὶ ἔειπας. φησὶ γὰρ Αἴλιος Διονύσιος¹), ὅτι εἶπον καὶ εἶπα ἀμφότερα παρὰ Ἀττικοῖς, μᾶλλον δὲ τὸ πρότερον. καὶ τὰ προστακτικὰ δὲ εἴπε· καὶ † εἴπὼν ὀξύτονος †²). καὶ αἱ μετοχαὶ ὁ εἰπὼν καὶ ὁ εἶπας³). ἰστέον δὲ ὅτι καθάπερ εἶπον καὶ εἶπα, οὕτω καὶ ἤρεγκα καὶ ἤρεγχον. καὶ μᾶλλον τοῦτο ἐν τοῖς πυανεψίοις. λέγεται γάρ, φησί, Θησέα, ὅτε εἰς Κρήτην ἔπλει προσοχόντα Δήλω τῇ νήσῳ διὰ χειμῶνα, εὐξαθαι Ἀπόλλωνι καταστέψασθαι κλάδοις ἐλαίας, εἰ τὸν Μινώταυρον κτείνας σωθή, καὶ θυσιάσειν. καὶ γοῦν τὴν ἱκετηρίαν ταύτην καταστέψας λέγεται χύτρας ἀθάφας καὶ ἔτρους καὶ βομοῦν ἱδρύσασθαι. διὸ καὶ πυανέψια λέγεσθαι, οἷον πυαμέψια, διὰ τὸ πνάμονς πρότερον τοὺς πνάμονς καλεῖσθαι. ἤγον δὲ ἐσθ’ ὅτε ταῦτα καὶ ἐπὶ ἀποτροπῇ λιμοῦ. ἤδον δὲ παῖδες οὕτω· εἰρεσιώνη σῦκα φέρει καὶ πίονας ἄρτους καὶ μέλιτος κοτύλην καὶ ἔλαιον ἐπιχρήσασθαι ὡς ὁ κωμικὸς ἐν Ἀριστοφάνῃ· (984.) καὶ κύλικα εὐζωρον, ἵνα μεθύουσα καθεύδῃ. μετὰ δὲ τὴν ἑορτὴν ἔξω ἀγρῶν τιθέασιν παρὰ τὰς θύρας. Κράτης δέ, φησιν, ἀφορίας ποτὲ κατασχούσης Ἀθήνας θαλλοὺς κα- ταστέψαντας ἐρίοις ἱκετηρίαν ἀναθεῖναι Ἀπόλλωνι. ἀλλαχοῦ³) λιμῶν (cf. Schol. Ar. Eq. 725) et Κράτης ὁ Ἀθηναῖος ἐν τῷ περὶ τῶν τάλαιν’ ἐγὼ τὸ ὁδόνιον ἤρεγχον μυρὸν τοῦ δὲ ἑτέρου χρήσεις παρ’ Εὐριπίδῃ· ἤρεγκα κάξεδώσα. 157. Eustath. p. 1283, 6. ἐν δὲ τοῖς Παυσανίου¹) κειται ταῦτα· εἰρεσιώνη. θαλλὸς ἐλαίας ἐστεμμένος ἐρίφ, προσ- χρεμαμένους ἔχων διαφόρους ἐκ γῆς καρπούς. τοῦτον ἐκφέρει πᾶς ἀμφιθαλὴς καὶ τίθησι πρὸ θυρῶν τοῦ Ἀπόλλωνος ἱεροῦ δὲ λέγεται καὶ ὅτι στέμμα λευχὸν καὶ φοινικοῦν ἀπέρρητο τοῦ θαλλοῦ καὶ ὅτι προετίθετο ἱκεσία τῷ Ἀπόλλωνι καθ’ ἣν ἡμέραν οἱ περὶ Θησέα σωθῆναι δοκοῦσι, καὶ ὅτι καταχέσματα καὶ κύλικα οἴνου κεκραμένην καταχέοντες αὐτῆς ἐπέλεγον τὴν δηθεῖσαν φδὴν.

---

Aelius Dionysius, Ἀττικὰ ὀνόματα. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000074.
