Ancient Greek
Page 73
Aelius Herodianus, De locutionum pravitatibus (posterior pars operis) [Sp.] (fort. auctore Corneliano) (e cod. Paris. suppl. gr. 1238) 73
Not analysed yet
ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΤΩΝ ΖΗΤΟΥΜΕΝΩΝ ΚΑΤΑ ΠΑΣΗΣ ΚΛΙΣΕΩΣ ΟΝΟΜΑΤΟΣ —<Ἁμαρτάνουσιν οἱ λέγοντες ὄπιθεν>· ἔστι γὰρ τὸ πλῆρες ὄπισθεν, ὡς πρόσθεν ἀπὸ τοῦ πρόσωθεν. <προσκεῖ>σθαι οὖν δεῖ τὸ σ. Ὅμηρος δὲ ἀνάγκῃ μέτρου ἔφη (Δ 545)· ὄπιθεν δὲ σάκος βάλε. Λεκτέον οὖν μόνως ὄπισθεν. —Ἔτι ἁμαρτάνουσιν οἱ λέγοντες μᾶλλον πλουσιώτερος τοῦ δεῖνος καὶ μᾶλλον πενέστερος· ἀμφότερα γὰρ συγκριτικά ἐστι καὶ τὸ μᾶλλον καὶ τὸ πλουσιώτερος. Οὐ δύναται δὲ ὁμοῦ δύο συγκριτικὰ πίπτειν· ἐροῦμεν οὖν τὸ ἕτερον. Τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν ὑπερθετικῶν παραφυλακτέον· οὐκ εἴποις γὰρ μάλιστα εὐγενέστατος, ἀλλ' ἢ εὐγενέστατος καθ' αὑτό, ἢ μάλιστα εὐγενής. —Οὐδέποτε καὶ οὐδεπώποτε· παράκειται μὲν ταῦτα ἀλλήλοις, διαφέρει δέ. Τὸ μὲν γὰρ οὐδεπώποτε ἐπὶ τοῦ παρεληλυθότος χρόνου, τὸ δὲ οὐδέποτε ἐπὶ τοῦ μέλλοντος· οἷον οὐδεπώποτε ἐποίησα, οὐδέποτε ποιήσω. Καὶ ὁ Αἰσχίνης· «οὐδένα πώποτε πολιτῶν οὔτε γραφὴν γραψάμενος, οὔτε ἐν εὐθύναις λυπήσας». Πολλάκις δὲ οὐδέποτε καὶ ἐπὶ τοῦ παρεληλυθότος χρόνου λέγεται· ἔστι δ' ὅτε καὶ τοῦτο συγχέουσιν.