# Περὶ κλίσεως ὀνομάτων 15

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΚΛΙΣΕΩΣ ΟΝΟΜΑΤΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/15

15. Eustath.518,24: Ἡρωδίανόϲ φηϲιν ὅτι πλείοϲι κλίϲεϲιν ὁ Ἄρηϲ κέχρηται· καὶ γὰρ καὶ ὡϲ ἰαμβικὸν μὴ ἔχον ἐπ’ εὐθείαϲ τὸ τ περιττοϲύλλαβον ἔχει τὴν γενικὴν Ἄρηϲ Ἄρητοϲ, ὅθεν Ἀρητιάδηϲ παρ’ Ἡϲιόδῳ πατρωνυμικὸν καὶ Ἀρητίων ὑποκοριϲτικόν· κλίνεται δὲ καὶ ὡϲ ϲπονδειακὸν Ἄρηϲ Ἄρου, ὅθεν κατὰ Ἰάδα διάλεκτον ἐπεκτείναϲ Ἀρχίλοχοϲ ἔφη ἐν τριμέτροιϲ (fragm. 47 Bergk.) «παῖδ’ Ἄρεω μιηφόνου». ἔϲτι, φηϲί, καὶ ἄλλη πλάγιοϲ παρ’ Ὁμήρῳ (Δ 441) «Ἄρεοϲ ἀνδροφόνοιο» καθ’ ὁμοιότητα τῶν ὑπὲρ δύο ϲυλλαβάϲ· ὡϲ γοῦν Ϲωκράτηϲ Ϲωκράτεοϲ ὦ Ϲώκρατεϲ, οὕτωϲ Ἄρηϲ Ἄρεοϲ Ἄρεϲ. ἔϲτι καὶ Ἄρεωϲ γενικὴ ἣν οὐ χρὴ γενέϲθαι ἀπὸ τοῦ Ἄρηϲ· ὡϲ γὰρ οὐκ ἂν Ἀττικοὶ ἐπεκτείνοντεϲ ἐροῦϲιν ἀπὸ τοῦ Ϲωκράτηϲ Ϲωκράτεωϲ διὰ τοῦ ω μεγάλου, ἀλλ’ οὐδὲ Ἰωνεϲ Ϲωκράτητοϲ, οὕτωϲ οὐδὲ ἀπὸ τοῦ Ἄρηϲ Ἄρεοϲ τοιοῦτόν τι γενήϲεται. ἀλλὰ μὴν εὑρίϲκομεν καὶ Ἄρηοϲ καὶ «Ἄρηϊ κρατερῷ » (B 515) καὶ Ἄρηα. λεκτέον οὖν, ὅτι Ἀττικοὶ καὶ Ἴωνεϲ ἑτέραν κατάληξιν, φηϲίν, ὑποϲτηϲάμενοι οὕτω πεποίηνται ταύτην τὴν κλίϲιν. ἔϲτι δὴ καὶ Ἄρευϲ εὐθεῖα, ἥτιϲ παρ’ Ὁμήρῳ οὐκ ἔϲτι, παρὰ δὲ Ἀλκαίῳ εὑρέθη, οὗ καὶ χρῆϲιν προαγαγὼν λέγει καὶ ὅτι βεβαρυτόνηται μόνον ἐκ πάντων τῶν εἰϲ ευϲ ὡϲ Αἰολικόν· Αἰολέων γὰρ ἴδιον τὸ βαρυτονεῖν. καὶ ταῦτα μὲν τὰ τοῦ Ἡρωδιανοῦ. An. Ox. III 237, 1: ζητοῦμεν καὶ τὴν τοῦ Ἄρηϲ Ἄρεοϲ γενικήν, πῶϲ εὕρηται διὰ διφθόγγου· λέγομεν Ἀρευοϲ Ἄρευι «μίξαν δ’ ἀλλάλαιϲ Ἄρευα », ἡ κλητικὴ «Ἄρευ δαΐφοβοϲ δαΐκτηρ»· καὶ ἠπορήκαϲι περὶ τῆϲ κλίϲεωϲ, πόθεν ἄρα ἡ δίφθογγοϲ, τὰ γὰρ εἰϲ ευϲ παρ’ αὐτοῖϲ τοῖϲ Ἴωϲι διὰ τοῦ η. καὶ τοιαύτην λύϲιν ἐπινοοῦμεν· τὸ ἀκόλουθον Ἄρηοϲ· ἔθοϲ Αἰολεῦϲι τὸ υ πλεονάζειν φωνήεντοϲ ἐπιφερομένου ἢ ρ ναόϲ ναυόϲ, ἀώϲ αὐώϲ, ἑάλωκεν εὐάλωκεν, ἄρρηκτον αὔρηκτον, ἐρράγη εὐράγη· ἔδωκαν οὖν καὶ ἐπὶ τοῦ Ἄρηϲ τὸν πλεοναϲμὸν τοῦ υ· εἶτα ἐγένετο Ἄρηυοϲ ἡ γενική· καὶ ηὑρίϲκετο ἡ ηυ δίφθογγοϲ· αὕτη δέ ἐϲτι κακόφωνοϲ καὶ ἐν κλίϲει ῥημάτων θέλει ὁρᾶϲθαι, ηὔλει καὶ ηὔχει καὶ ηὔδα, καὶ περὶ τὴν ἀρχὴν θέλει ἀναϲτρέφεϲθαι. ὥϲπερ [γὰρ] τὸ γραῦϲ τροπὴν παθὸν τοῦ α εἰϲ η γέγονε γρηῦϲ, ἵνα δὲ μὴ γένηται ἀκατάλληλοϲ, τροπῆϲ γενομένηϲ διῃρέθη καὶ γρηύϲ ἐγένετο. ὅτι γὰρ ἐπὶ ῥημάτων, οὐκ ἔτι δὲ καὶ ἐφ’ ἑτέραϲ λέξεωϲ (sc. τὸ ηυ θέλει ὁρᾶϲθαι), καὶ ἐξ ἐκείνων καταλαμβάνω ὅτι ἐϲτὶν ἠύτε, ἀλλ’ ἵνα μὴ γένηται ἡ κακοφωνία τῆϲ διφθόγγου, ἢ διαίρεϲιϲ ἠύτε γίνεται ἢ τροπὴ εὖτε. ὁμοίωϲ οὖν καὶ ἐπὶ τοῦ Ἄρευοϲ· ὁ πλεοναϲμὸϲ γὰρ ἐποίηϲε τὴν δίφθογγον· ἐνταῦθα οὖν τροπή, ἵνα ἀποϲτῇ ἡ κακοφωνία τῆϲ διφθόγγου.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
