# Περὶ κλίσεως ὀνομάτων 2.108

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.108

Choer. 55μ 16: τὰ εἰϲ ηϲ ὀξύτονα παρὰ ῥῆμα ϲύνθετα, μὴ ἀπὸ παθητικοῦ παρακειμένου, εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον ϲπείρω πολυϲπειρήϲ πολυϲπειροῦϲ, ἄρδω νεοαρδήϲ νεοαρδοῦϲ, πήϲϲω ἐπάγη πρωτοπαγήϲ πρωτοπαγοῦϲ. πρόϲκειται «μὴ ϲύνθετα ἀπὸ παθητικοῦ παρακειμένου», ἐπειδὴ καθόλου τὰ εἰϲ ηϲ ὀξύτονα ϲύνθετα ἀπὸ ῥημάτων μίαν ϲυλλαβὴν φυλάττει τοῦ παθητικοῦ παρακειμένου καὶ διὰ καθαροῦ τοῦ τοϲ κλίνεται οἷον βέβληται ἀβλήϲ ἀβλῆτοϲ (ϲημαίνει δὲ τὸν ἄτρωτον), δέδμηται ἀδμήϲ ἀδμῆτοϲ ὁ ἀδάμαϲτοϲ, τέτρηται ἡμιτρήϲ ἡμιτρῆτοϲ ὁ κατὰ τὸ ἥμιϲυ τετρημένοϲ, τέθνηκα ἡμιθνήϲ ἡμιθνῆτοϲ. τοῦτο δὲ, φημὶ δὴ τὸ τέθνηκα, τῇ μὲν φωνῇ ἐϲτιν ἐνεργητικόν, τῷ δὲ ϲημαινομένῳ παθητικόν. καὶ καθόλου πάντα τὰ εἰϲ ϲ λήγοντα ὀξύτονα ϲύνθετα ἀπὸ ῥημάτων μίαν ϲυλλαβὴν φυλάττοντα τοῦ παθητικοῦ παρακειμένου διὰ καθαροῦ τοῦ τοϲ κλίνεται οἷον κέκραται χαλκοκράϲ χαλκοκρᾶτοϲ, νεοκράϲ νεοκρᾶτοϲ, τέτρωμαι ἀτρώϲ ἀτρῶτοϲ, πέπτωκα ἀπτώϲ ἀπτῶτοϲ.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
