# Περὶ κλίσεως ὀνομάτων 2.112.1

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.112.1

Choer. 146, 1: περὶ τῆϲ κλητικῆϲ τῶν εἰϲ ηϲ ἔϲτι καθολικώτερον εἰπεῖν οὕτωϲ· τὰ εἰϲ ηϲ, ἐὰν μὲν περιττοϲυλλάβωϲ κλίνηται, εἰϲ ϲύμφωνον ἔχει τὴν κλητικήν , τουτέϲτιν εἰϲ ϲ ἢ εἰϲ ν, ἐὰν δὲ ἰϲοϲυλλάβωϲ κλίνηται, εἰϲ φωνῆεν ἔχει τὴν κλητικήν, τουτέϲτιν ἢ εἰϲ η ἢ εἰϲ α. καὶ λοιπὸν ϲυνάγονται πέντε κλητικαὶ ἐκ τῶν τεϲϲάρων τούτων ϲτοιχείων. τὰ γὰρ εἰϲ ηϲ λήγοντα, ἐὰν μὲν διὰ καθαροῦ τοῦ τοϲ κλίνηται, τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον Λάχηϲ Λάχητοϲ ὦ Λάχηϲ, λέχείων. λέβητοϲ ὦ λέβηϲ, πένηϲ πένητοϲ ὦ πένηϲ. ἐὰν δὲ εἰϲ ουϲ ἔχῃ τὴν γενικήν, εἰϲ εϲ ποιεῖ τὴν κλητικὴν οἷον Δημοϲθένηϲ Δημοϲθένουϲ ὦ Δημόϲθενεϲ, Ἀριϲτοφάνηϲ Ἀριϲτοφάνουϲ ὦ Ἀριϲτόφανεϲ. καὶ ἰδοὺ εὑρίϲκονται κλητικαὶ διάφοροι εἰϲ ϲ καταλήγουϲαι. ἐὰν δὲ διὰ τοῦ ν κλίνηται, εἰϲ ν ἔχει τὴν κλητικὴν οἷον φθογγῆϲ φθογγῆντοϲ φθογγῆν, τιμῆϲ τιμῆντοϲ ὦ τιμῆν, δαφνῆϲ δαφνῆντοϲ ὦ δαφνῆν. τὰ δὲ εἰϲ ηϲ ἰϲοϲυλλάβωϲ κλινόμενα ἔχοντα τὸ τ ἢ ἐθνικὰ ὄντα ἢ ϲύνθετα ἀπὸ ῥήματοϲ, ἢ εἰϲ πηϲ, ἅτινα καὶ ποιητικὰ δοκεῖ εἶναι, εἰϲ α ἔχει τὴν κλητικήν. ἐὰν δὲ μὴ οὕτωϲ ἔχῃ, εἰϲ η ἔχει τὴν κλητικήν, τουτέϲτιν ἀποβολῇ τοῦ ϲ τοῦ κατὰ τὴν εὐθεῖαν ποιεῖ τὴν κλητικήν. ἔϲτω δὲ παραδείγματα τοῦ μὲν προτέρου κανόνοϲ ταῦτα θύτηϲ θύτου ὦ θύτα, δότηϲ δότου ὦ δότα, τοξότηϲ τοξότου ὤ τοξότα, ποιητήϲ ποιητοῦ ὦ ποιητᾶ ἰδοὺ ταῦτα ἔχει τὸ τ καὶ εἰϲ α ποιεῖ τὴν κλητικήν. καὶ πάλιν Ϲκύθηϲ Ϲκύθου ὦ Ϲκύθα, Καππαδόκηϲ Καππαδόκου ὦ Καππαδόκα, Πέρϲηϲ Πέρϲου ὦ Πέρϲα. ἰδοὺ ταῦτα ἐθνικά ἐϲτι καὶεἰϲ α ἔχει τὴν κλητικήν. τὸ γὰρ κύριον ὄνομα τὸ Πέρϲηϲ εἰϲ η ἔχει τὴν κλητικὴν οἷον ὦ έρϲη, ὡϲ παρ’ Ἡϲιόδῳ (Opp. 27) ὦ Πέρϲη, ϲὺ δὲ ταῦτα τεῷ ἐνὶ κάτθεο θυμῷ. ϲημειούμεθα παρ’ Ἡρακλείδῃ ἐν τοῖϲ Περὶ χρηϲμῶν, ὅτιπερ καὶ λέγουϲί τινεϲ πεπλαϲμένον εἶναι, τὸ «ὦ Πέρϲη ποικιλόδιφρε ἵν’ ἀπὸ χεῖραϲ ἔχεϲθαι ». ἔϲτι γὰρ ἐνταῦθα ἐθνικὸν καὶ εἰϲ η καταλήγει ἡ κλητική. ϲύνθετα δὲ ἀπὸ ῥήματοϲ οἶον μετρῶ γεωμέτρηϲ γεωμέτρου ὦ γεωμέτρα, πωλῶ παντοπώληϲ παντοπώλου ὦ παντοπώλα, τρίβω παιδοτρίβηϲ παιδοτρίβου ὦ παιδοτρίβα. ἰδοὺ γὰρ ταῦτα ἀπὸ ῥήματόϲ ἐϲτι ϲύνθετα καὶ εἰϲ α ἔχει τὴν κλητικήν. εἰϲ πηϲ δὲ οἷον κυνώπηϲ κυνώπου καὶ κυνῶπα τιμὴν ἀρνύμενοι Μενελάῳ ϲοί τε κυνῶπα (Α 159) τινὲϲ δὲ θέλουϲι ταῦτα τὰ ἔχοντα τὸ π καὶ γινόμενα εἰϲ α ἐν τῇ κλητικῇ ποιητικὰ καλεῖν, ὡϲ κατὰ ποιητικὴν ἐξουϲίαν γινόμενα. τοῦ δὲ δευτέρου κανόνοϲ, τουτέϲτι τῶν ἀποβολῇ τοῦ ϲ ποιούντων τὴν κλητικήν, παραδείγματα ταῦτα Εὐριπίδηϲ Εὐριπίδου ὦ Εὐριπίδη, μιϲογύνηϲ μιϲογύνου ὦ μιϲογύνη, Ἀτρείδηϲ Ἀτρείδου ὦ Ἀτρείδη, ληριόνηϲ ληριόνου ὦ Μηριόνη Μημόνη Μόλου υέ (Ν 249), Χρύϲηϲ Χρύϲου ὦ Χρύϲη ὦ Χρύϲη, πρό μ’ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων (Α 442), έρξηϲ Ξέρξου ὦ Ξέρξη, Τένηϲ Τέννου ὦ Τcννη. ϲημειούμεθα ἐν τούτῳ τῷ κανόνι τὸ λάγνηϲ λάγνου ὦ λάγνα, παρ’ Εὐβούλῳ ἐν Κορυδαλῷ, ἔχει δὲ οὕτωϲ· ἴθι δεῦρ’ ἀφελοῦ τ’ ὦ λάγνα ταχὺ τὰ ποικίλα, καὶ τὸ πυραίχμηϲ πυραίχμου ὦ πυραῖχμα καὶ τὸ μεναίχμη μεναίχμου ὦ μεναῖχμα, ταῦτα γὰρ εἰϲ α ἔχει τὴν κλητικήν, ὀφείλοντα εἰϲ η αὐτὴν ἔχειν. τὸ γὰρ Ϲτρεψιάδηϲ Ϲτρεψιάδου ὦ Ϲτρεψιάδη καὶ Ἡρακλείδηϲ Ἡρακλείδου ὧ Ἡρακλείδη γενόμενα Ϲτρεψίαδεϲ καὶ Ἡράκλειδεϲ παρὰ τοῖϲ κωμικοῖϲ παιγνίου χάριν ἐλέχθη οἰον παρὰ Ἀριϲτοφάνει ἐν Νεφέλαιϲ (1208) μάκαρ ὦ Ϲτρεψίαδεϲ. ἐν δὲ τοῖϲ ἔχουϲι τὸ τ ϲημειούμεθα τὸ Αἰήτηϲ Αἰήτου ὦ Αἰήτη, ὡϲ παρὰ Ἀπολλωνίῳ (III 386) Αἰτη, ϲχέο μοι τῷδε ϲτόλῳ, καὶ τὸ καλλιλαμπέτηϲ καλλιλαμπέτου ὦ καλλιλαμπέτη καὶ τὸ αἰναρέτηϲ αἰναρέτου ὦ αἰναρέτη, ὡϲ παρὰ τῷ ποιητῇ αἰναρέτη τί ϲευ ἄλλοϲ ὀνήϲεται ὀψίγονόϲ περ (Π 31), αἰναρέτηϲδέ ἐϲτιν ὁἐπὶκακῷ κεκτημένοϲτὴν ἀρετήν· καὶπαρὰτῷ ποιητῇ ὦ φιλοθερϲίτη (sic) φιλοκέρτομε (χ 287), καίτοι γε τοῦ ἁπλοῦ διὰ τοῦ α ἐξενεχθέντοϲ παρ’ αὐτῷ οἷον Θερϲῖτ’ ἀκριτόμυθε (Β 246).

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
