# Περὶ κλίσεως ὀνομάτων 2.113.1

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.113.1

Choer. 155, 4: τὸ μὲν Δημοϲθένεοϲ καὶ εὐγενέοϲ ἐϲτὶν ἐντελῆ, τὸ δὲ Δημοϲθένουϲ καὶ εὐγενοῦϲ κατὰ ϲυναίρεϲίν ἐϲτιν. ἴϲωϲ δέ τιϲ λέγοι, διατί μὴ τὸ ἐναντίον ἡ μὲν εἰϲ ου γενική ἐϲτιν ἐντελήϲ, ἡ δὲ εοϲ κατὰ πάθοϲ, τουτέϲτι κατὰ διάλυϲιν ἔϲτιν οὖν εἰπεῖν, ὅτι ἔχομεν τελικὰ τῆϲ γενικῆϲ, τῆϲ μὲν περιττοϲυλλάβου τὸ ϲ ἐπὶ. ἀρϲενικῶν καὶ οὐδετέρων οἰον Ααϲ Αἴαντοϲ, Θόαϲ θόαντοϲ, λέβηϲ λέβητοϲ, Πάριϲ Πάριδοϲ, βῆμα βήματοϲ, ποίημα ποιήματοϲ, μέλι μέλιτοϲ, κρέαϲ κρέατοϲ. πρόϲκειται «κἐπὶ ἀρϲενικῶν καὶ οὐδετέρων» διὰ τὰ εἰϲ α καὶ εἰϲ η λήγοντα θηλυκά. ἐπὶ τούτων γὰρ τὸ ϲ τελικόν ἐϲτιν ἰϲοϲυλλάβου γενικῆϲ οἷον μοῦϲα μούϲηϲ, τιμή τιμῆϲ. τῆϲ δὲ ἰϲοϲυλλάβου τῶν ἀρϲενικῶν τὸ ῦ καὶ τὸ α οἱον καλόϲ καλοῦ, κοχλίαϲ κοχλίου, Μηνᾶϲ Μηνᾶ, Μητρᾶϲ Μητρᾶ. εἰ οὖν ἐνταῦθα φημὶ δὴ ἐν τῇ Δημοϲθένουϲ γενικῇ καὶ εὐγενοῦϲ ἐϲτι τελικὸν τὸ ϲ, ὤφειλε περιττοϲυλλαβεῖν ἡ γενικὴ τῆϲ εὐθείαϲ, ἰϲοϲυλλαβεῖ δὲ καὶ οὐ περιττοϲυλλαβεῖ, δηλονότι πέπονθεν· ἄρ’ οὖν τὸ Δημοϲθένεοϲ καὶ τὰ ὅμοια ἐντελέϲτερά ἐϲτι κὶ ὁλόκληρα καὶ περιττοϲυλλαβοῦντα τῆϲ ἰδίαϲ εὐθείαϲ. ἄλλωϲ τε δὲ τὰ τελικὰ τῆϲ περιττοϲυλλάβου γενικῆϲ καὶ τῆϲ ἰϲοϲυλλάβου ὁμοῦ εὐρεθῆναι ἄτοπόν ἐϲτι· πῶϲ γὰρ τὰ ἐναντία δύναται ὁμοῦ εὑρίϲκεϲθαι; εἰ ἄρα ἐν τῇ Δημοϲθένουϲ γενικῇ καὶ τοῖϲ ὁμοίοιϲ ἐϲτὶ τὸ ϲ τελικὸν τῆϲ περιττοϲυλλάβου γενικῆϲ καὶ τὸ ϲ τελικὸν τῆϲ ἰϲοϲυλλάβου, δηλονότι πέπονθεν. ἔτι πᾶϲα δοτικὴ πληθυντικῶν ἰϲοϲυλλαβεῖν θέλει τῇ γενικῇ τῶν ἑνικῶν, ὁ δὲ λόγοϲ ἐπὶ τῶν ἀπαθῶν, οἰον Αἴαϲιν Αἴαντοϲ, λέβηϲι λέβητοϲ, Τρωϲί Τρωόϲ, χηϲί χηνόϲ, πᾶϲι παντόϲ, μηϲί μηνόϲ, καλοῖϲ καλοῦ, ϲοφοῖϲ ϲοφοῦ, Ὁμήροιϲ μηροῦ, ἀνθρώποιϲ ἀνθρώπου. πρόϲκειται δὲ «ὁ λόγοϲ ἐπὶ τῶν ἀπαθῶνα διὰ τὸ καλοῖϲι καλοῦ καὶ αἶγεϲιν αἰγόϲ, ἐπὶ τούτων γὰρ οὐκ ἰϲοϲυλλαίεῖ ἡ δοτικὴ τῶν πληθυντικῶν τῇ γενικῇ τῶν ἑνικῶν· (ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ πέπονθεν ἡ δοτικὴ τῶν πληθυντικῶν. πάλιν πατράϲι πατρόϲ, μητράϲι μητρόϲ· ἰδοὺ οὕτε ἐπὶ τούτων ἰϲοϲυλλαβεῖ ἡ δοτικὴ τῶν πληθυντικῶν τῇ γενικῇ τῶν ἑνικῶν, ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ πέπονθεν ἡ γενικὴ τῶν ἑνικῶν. εἰ ἄρα οὖν τὸ μὲν Δημοϲθένεϲι πενταϲυλλαβεῖ, τὸ δὲ Δημοϲθένουϲ τετραϲυλλαβεῖ, δηλονότι πέπονθεν· ἄρα οὖν ἡ Δημοϲθένεοϲ γενικὴ ἡ πενταϲυλλαβοῦϲα ὁμοίωϲ τῇ δοτικῇ τῶν πληθυντικῶν ἐντελεϲτέρα ἐϲτίν. ἔτι πᾶν οὐδέτερον ἀρϲενικῷ παρεϲχηματιϲμένον, εἰ μὲν ἰϲοϲυλλάβωϲ κλίνοιτο, τῇ αἰτιατικῇ τοῦ ἀρϲενικοῦ ὁμοφωνεῖ οἷον ὁ καλόϲ τοῦ καλοῦ τῷ καλῷ τὲν καλόν καὶ τὸ καλόν, ὁ ϲοφόϲ τοῦ ϲοφοῦ τῷ ϲοφῷ τὸν ϲοφόν καὶ τὸ ϲοφόν, ὁ ἀλλότριοϲ τοῦ ἀλλοτρίου τῷ ἀλλοτρίῳ τὸν ἀλλότριον καὶ τὸ ἀλλότριον, ὁ γνήϲιοϲ τοῦ γνηϲίου τῷ γνηϲίῳ τὸν γνήϲιον καὶ τὸ γνήϲιον· εἰ δὲ περιττοϲυλλάβωϲ κλίνοιτο, τῇ κλητικῇ τοῦ ἀρϲενικοῦ ὁμοφωνεῖ οἷον ὁ χαρίειϲ τοῦ χαρίεντοϲ τῷ χαρίεντι τὸν χαρίεντα ὡ χαρίεν καὶ τὸ χαρίεν, ὁ ϲώφρων τοῦ ϲώφρονοϲ τῷ ϲώφρονι τὸν ϲώφρονα ὦ ϲῶφρον καὶ τὸ ϲῶφρον, ὁ ταχύϲ τοῦ ταχέοϲ τῷ ταχέῖ τὸν ταχέα ὡ ταχύ καὶ τὸ ταχύ, ὁ ἄρϲην τοῦ ἄρϲενοϲ τῷ ἄρϲενιτὸν ἄρϲεναῶἄρϲεν καὶ τὸ ἄρϲεν, ὁ λιπόπατριϲ τοῦ λιποπάτριδοϲ τῷ λιποπάτριδι τὸν λιποπάτριδα ὦ λιπόπατρι καὶ τὸ λιπόπατρι. εἰ οὖν τὰ οὐδέτερα φημὶ δὴ τὸ εὐγενέϲ καὶ τὸ εὐϲεβέϲ ὁμοφωνεῖ τῇ κλητικῇ τοῦ ἀρϲενικοῦ, ὡ εὐγενέϲ γὰρ καὶ τὸ εὐγενέϲ, ὦ εὐϲεβέϲ γὰρ καὶ τὸ εὐϲεβέϲ, καὶ ὡϲ δέδεικται ὁμοφωνεῖ τῇ κλητικῇ τοῦ ἀρϲενικοῦ καὶ οὐχὶ τῇ αἰτιατικῇ, τὸν εὐϲεβῆ γὰρ καὶ τὸν εὐγενῆ ἡ αἰτιατκή, δηλονότι περιττοϲυλλάβωϲ κλίνεται οἰον τοῦ εὐϲεβέοϲ καὶ τοῦ εὐγενέοϲ· ἄρα οὖν τοῦ εὐϲεβοῦϲ καὶ τοῦ εὐγενοῦϲ πεπονθότα ἐϲτίν· οὐ κλίνεται γὰρ περιττοϲυλλάβωϲ. δεῖ δὲ γινώϲκειν ὅτι τῇ μὲν ἐντελεῖ γενικῇ κέχρηνται οἱ Ἴωνεϲ οἰον Δημοϲθένεοϲ καὶ Διομήδεοϲ· οἱ δὲ Ἀττικοὶ καὶ ἡ κοινὴ διάλεκτοϲ τῇ ϲυνῃρημένῃ οἷον Δημοϲθένουϲ καὶ Διομήδουϲ.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
