# Περὶ κλίσεως ὀνομάτων 2.114

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.114

Choer. 57, 21: ἰϲτέον δὲ ὅτι τὸ ἑ καὶ τὸ ο τριχῶϲ ϲυναιρεῖται, καὶ γὰρ εἰϲ τὴν ου δίφθογγον καὶ παρὰ τοῖϲ Ἀθηναίοιϲ οἷον Δημοϲθένεοϲ Δημοϲθένουϲ, εὐϲεβέοϲ εὐϲεβοῦϲ· παρὰ δὲ τοῖϲ Δωριεῦϲι καὶ τοῖϲ Ἴωϲιν εἰϲ τὴν ευ δίφθογγον οἱον δυϲϲέοϲ δυϲϲεῦϲ Ὀδυϲεῦϲ δὲ λαβὼν κύϲε χεῖρ’ ἐπὶ καρπῷ (ω 397)· καὶ πάλιν Ἐρεβέοϲ Ἐρεβεῦϲ ἐξ Ἐρεβεῦϲ ἄξοντα κύνα ϲτυγεροῦ ἀδαο (Θ 368), ϲπανίωϲ δὲ παρὰ τοῖϲ Ἀθηναίοιϲ ἐὺρίϲκεται τὸ ε καὶ τὸ 5 εἰϲ τὴν ει δίφθογγον ϲυναιρούμενα οἷον πλέον πλεῖν, δέον δεῖν, ὡϲ παρ’ Ἀριϲτοφάνει ἐν Βατράχοιϲ (91) Εὐριπίδου πλεῖν ἢ ϲταδίῳ λαλίϲτερα. καὶ πάλιν δέον δεῖν, «δεῖν τόδ’ἐγένετο», ἀντὶ τοῦ δέον τόδε ἐγένετο.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
