# Περὶ κλίσεως ὀνομάτων 2.115

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.115

Ἄξιον δέ ἐϲτι ζητῆϲαι, διὰ ποίαν αἰτίαν τὰ εἰϲ ηϲ ἔχοντα τὴν γενικὴν εἰϲ ουϲ οὐ γίνεται διὰ τοῦ ὲ καὶ ω Ἀττικῶϲ οἰον Δημοϲθένηϲ Δημοϲθένεωϲ Δημοϲθένουϲ καὶ Διομήδηϲ Διομήδεωϲ Διομήδουϲ, ὥϲπερ Πηλεύϲ Πηλέοϲ καὶ Πηλέωϲ Ἀττικῶϲ καὶ βαϲιλεύϲ βαϲιλέοϲ καὶ βαϲιλέωϲ Ἀττικῶϲ. καὶ λέγουϲί τινεϲ τὴν αἰτίαν ταύτην, ὅτι ἐπειδὴ ἐπὶ τούτων ἐποίηϲαν κρᾶϲιν οἱ Ἀττικοὶ κατὰ τὴν χενικήν, τούτου χάριν ονκ ἐποίηϲαν ἔκταϲιν τοῦ ο εἰϲ ω οὗτοι δὲ οὐκ ἀκριβῶϲ λέγουϲι, πολλάκιϲ δὲ οἱ Ἀττικοὶ ἔκταϲιν καὶ κρᾶϲιν ποιοῦνται οἷον Ἐρετριέωϲ Ἐρετριῶϲ, Πειραιέωϲ Πειραιῶϲ, Ϲτειριέωϲ Ϲτειριῶϲ. τί οὖν ἄτοπον ἐπὶ τούτων ἔκταϲιν γενέϲθαι καὶ κρᾶϲιν; κρεῖττον οὖν ἐϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην οἱ Ἀττικοὶ ποιοῦντεϲ διὰ τοῦ ε καὶ ω τὴν γενικήν, ἐπὶ ὅληϲ τῆϲ καταλήξεωϲ τοῦτο πωοῦϲι καὶ οὐκ ἐπί τινων μὲν ποιοῦϲιν ἐπί τινων δὲ οὐ ποιοῦϲιν, οἷον ἐπὶ τῶν εἰϲ ὲῦδ ποιοῦντεϲ διὰ τοῦ ὲ καὶ ῶ τὴν γενικὴν καὶ ἐπὶ ὅληϲ τῆϲ καταλήξεωϲ τοῦτο ποιοῦϲι καὶ οὐκ ἐπὶ μὲν τῶν ὄντων κυρίων τοῦτο ποιοῦϲιν ἐπὶ δὲ τῶν μὴ ὄντων κυρίων τοῦτο οὐ ποιοῦϲιν, ἀλλ’ ἐπὶ ὅλων ποιοῦϲιν οἷο Πηλεύϲ Πηλέωϲ, Ἀτρεύϲ Ἀτρέωϲ, βαϲιλεύϲ βαϲιλέωϲ, ἱερεύϲ ἱερέωϲ. εἰ ἐποίηϲαν οὖν ἐπὶ τῶν εἰϲ ηϲ εἰϲ eῦϲ ἐχόντων τὴν γενικὴν κυρίων διὰ τοῦ ἑ καὶ ω, ἠναγκάζοντο καὶ ἐπὶ τῶν ἐπιθέτων τοῦτο ποιῆϲαι· εἰ δὲ ἐποίηϲαν διὰ τοῦ ε καὶ ω καὶ ἐπὶ τῶν ἐπιθέτων τὴν γενικήν, εἰχον ταῦτα ϲυνεμπίπτειν τοῖϲ ἐπιρρήμαϲιν οἰον ὁ εὐϲεβήϲ τοῦ εὐϲεβέωϲ καὶ εὐϲεβέωϲ δὴ ἐγένετο, ὁ ἀτρεκήϲ τοῦ ἀτρεκέωϲ καὶ ἀτρεκέωϲ ἐλάληϲεν, ὁ εὐγενήϲ τοῦ εὐγενέωϲ καὶ εὐγενέωϲ ϲυνέτυχεν. τῶν οὖν ἐπιθέτων κωλυομένων γενέϲθαι διὰ τοῦ ε καὶ ω κατὰ τὴν γενικὴν Ἀττικῶϲ διὰ τὴν ϲυνέμπτωϲιν τῶν ἐπιρρημάτων, κωλύεται καὶ τὰ κύρια τὰ εἰϲ η εἰϲ δῦϲ ἔχοντα τὴν γενικὴν γενέϲθαι διὰ τοῦ ε καὶ ω Ἀττικῶϲ κατὰ τὴν γενικήν· ὡϲ γὰρ εἴρηται, οἱ Ἀττικοὶ ποιοῦντεϲ διὰ τοῦ ε καὶ ω τὴν γενικὴν ἐπὶ ὅληϲ τῆϲ καταλήξεωϲ τοῦτο ποιοῦϲιν καὶ οὐκ ἐπί τινων μἔν ποιοῦϲιν ἐπί τινων δὲ οὐ ποιοῦϲιν.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
