Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.116
Not analysed yet
Ἄξιον δέ ἐϲτι ζητῆϲαι, διὰ ποίαν αὐτίαν τὰ εἰϲ ηϲ εἰϲ ουϲ ἔχοντα τὴν γενικὴν οὐ γίνεται διὰ τοῦ η καὶ ο Ἰωνικῶϲ οἷον Δημοϲθένηϲ Δημοϲθένηοϲ, Διομήδηϲ Διομήδηοϲ, ὥϲπερ Πηλεύϲ Πηλῆοϲ καὶ Ἀχιλλεύϲ Ἀχιλλῆοϲ. καὶ ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην· οἱ Ἴωνεϲ ποιοῦντεϲ διὰ τοῦ η καὶ ο τὴν γενικὴν ἐπὶ ὅληϲ τῆϲ καταλήξεωϲ τοῦτο ποιοῦϲι καὶ οὐκ ἐπί τινων μὲν ποιοῦϲιν ἐπί τινων δὲ οὐ ποιοῦϲιν οἰον τῶν εἰϲ ευϲ ποιοῦντεϲ διὰ τοῦ η καὶ ο τὴν γενικὴν ἐπὶ ὅληϲ τῆϲ καταλήξεωϲ τοῦτο ποιοῦϲιν. οὐδὲ γὰρ ἐπὶ τῶν κυρίων τοῦτο ποιοῦϲιν ἐπὶ δὲ τῶν μὴ ὄντων κυρίων τοῦτο οὐ ποιοῦϲιν, ἀλλ’ ἐπὶ ὅλων ποιοῦϲιν οἰον Ἀχιλλεύϲ Ἀχιλλῆοϲ, Πηλεόϲ Πλῆοϲ, βαϲιλεύϲ βαϲιλῆοϲ, ἱερεύϲ ἱερῆοϲ. εἰ ἐποίηϲαν οὖν ἐπὶ τῶν εἰϲ ηϲ εἰϲ ουϲ ἐχόντων τὴν γενικὴν κυρίων διὰ τοῦ η καὶ ο τὴν γενικὴν οἱ ωνεϲ, ἠναγκάζοντο καὶ ἐπὶτῶν ἐπιθέτων τοῦτο ποιῆϲαι, εἰ δὲ ἐποίηϲαν ἐπὶ τῶν ἐπιθέτων, ἠναγκάζοντο καὶ ἐπὶ τῶν οὐδετέρων τοῦτο ποιῆϲαι. καθόλου γὰρ πᾶν οὐδέτερον ἀπὸ ἀρϲενικοῦ γεγενημένον κατὰ παραϲχηματιϲμὸν τὴν τῶν ἀρϲενικῶν κλίϲιν ἐπιδέχεται καὶ ἐν τῇ γενικῇ καὶ ἐν τῇ δοτικῇ οἷον ὁ καλόϲ τοῦ καλοῦ τῷ καλῷ τὸ καλόν τοῦ καλοῦ τῷ καλῷ, ὁ ϲοφόϲ τοῦ ϲοφοῦ τῷ ϲοφῷ καὶ τὸ ϲοφόν τοῦ ϲοφοῦ τῷ ϲοφῷ, ὁ χαρίειϲ τοῦ χαρίεντοϲ τῷ χαρίεντι καὶ τὸ χαρίεν τοῦ χαρίεντοϲ τῷ χαρίεντι, ὁ ἄρϲην τοῦ ἄρϲενοϲ τῷ ἄρϲενι καὶ τὸ ἄρϲεν τοῦ ἄρϲενοϲ τῷ ἄρϲενι, εἰ δὲ ἐποίηϲαν ἐπὶ τῶν οὐδετέρων διὰ τοῦ η καὶ ο τὴν γενικὴν οἶον εὐϲεβέϲ τοῦ εὐϲεβῆοϲ τὸ εὐγενέϲ τοῦ εὐγενῆοϲ, εὑρίϲκετο ἡ παραλήγουϲα τῆϲ γενικῆϲ μείζονα χρόνον ἔχουϲα τῆϲ ληγούϲηϲ τῆϲ ἰδίαϲ εὐθείαϲ, ὅπερ ἐϲτὶν ἄτοπον. οὐδέποτε γὰρ ἡ παραλήγουϲα τῆϲ περιττοϲυλλάβου γενικῆϲ μείζονα χρόνον ἔχει τῆϲ ληγούϲηϲ τῆϲ ἰδίαϲ εὐθείαϲ, ἀλλ’ ὶϲον ἢ ἐλάττονα· ἴϲον μὲν οἰον Λάχηϲ Λάχητοϲ, ἔρωϲ ἔρωτοϲ, Πάριϲ Πάριδοϲ, ἔλαϲϲον δὲ οἷον Ἕκτωρ Ἕκτοροϲ, Μέμνων Μέμνονοϲ, Πηλεύϲ Πηλέωϲ, Ἀχιλλεύϲ Ἀχιλλέωϲ οὐδέποτε δὲ μείζονα, ὡϲ εἴρηται, χωρὶϲ εἰ μὴ χαρακτὴρ κωλύϲῃ διὰ τὸ φοῖνιξ φοίνικοϲ καὶ κῆρυξ κήρυκοϲ. τῶν οὖν οὐδετέρων κωλυομένων γενέϲθαι διὰ τοῦ η καὶ o Ἰωνικῶϲ κατὰ τὴν γενικὴν κωλύεται καὶ τὰ ἀρϲενικὰ ἐπίθετα γενέϲθαι διὰ τοῦ η καὶ ο Ἰωνικῶϲ κατὰ τὴν γενικήν· τῶν δὲ ἐπιθέτων κωλυομένων γενέϲθαι διὰ τοῦ η καὶ ο Ἰωνικῶϲ κατὰ τὴν γενικὴν κωλύεται καὶ τὰ κύρια τὰ εἰϲ ηϲ εἰϲ ουϲ ἔχοντα τὴν γενικὴν γενέϲθαι διὰ τοῦ η καὶ o Ἰωνικῶϲ. ὡϲ γὰρ εἴρηται, οἱ Ἴωνεϲ ποιοῦντεϲ διὰ τοῦ η καὶ ο τὴν γενικὴν ἐπὶ ὅληϲ τῆϲ καταλήξεωϲ τοῦτο ποιοῦϲι καὶ οὐκ ἐπί τινων μὲν ποιοῦϲιν ἐπί τινων δὲ οὐ ποιοῦϲιν.