# Περὶ κλίσεως ὀνομάτων 2.122.1

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.122.1

Δεῖ δὲ γινώϲκειν ὅτι ἐν μὲν τοῖϲ δυικοῖϲ τὰ δύο εε εἰϲ η κίρναται οἷον Δημοϲθένεε Δημοϲθένη, Διομήδεε Διομήδη ἐν δὲ τοῖϲ πληθυντικοῖϲ εἰϲ τὴν ει δίφθογγον οἷον Δημοϲθένεεϲ Δημοϲθένειϲ, Διομήδεεϲ Διομήδειϲ, ϲπανίωϲ δὲ καὶ ἐν τοῖϲ δυϊκοῖϲ, ἀλλ’ εὑρίϲκεται τὰ δύο εὲ εἰϲ τὴν ει δίφθογγον κιρνάμενα οἷον ταρίχεε ταρίχει, πόλεε πόλει, ὡϲ παρ’ Αἰϲχίνῃ τῷ Ϲωκρατικῷ «τούτω τὼ πόλει» (λέγει δὲ περὶ Ἀθηνῶν καὶ ακεδαιμονίων), καὶ ἐν τοῖϲ πληθυντικοῖϲ εἰϲ η οἷον ἱππέεϲ ἱππῆϲ καὶ βαϲιλέεϲ βαϲιλῆϲ. ταῦτα δὲ Ἀττικά ἐϲτι καὶ ἐπὶ μόνων τῶν εἰϲ ϲῦϲ τοῦτο ποιοῦϲιν οἱ Ἀττικοί, φημὶ δὴ τὸ κιρνᾶν τὰ δύο εε εἰϲ η ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν ἐν μὲν τοῖϲ δυκοῖϲ τὰ δύο εε εἰϲ η κιρνᾶται, ἐν δὲ τοῖϲ πληθυντικοῖϲ εἰϲ τὴν ειδίφθογγον.καὶἔϲτιν ἀπολογήϲαϲθαι περὶ τούτων οὕτωϲ· τὸι χαρακτηριϲτικόν ἐϲτι τῆϲεὐθείαϲ τῶν πληθυντικῶν, οὐ μὴν τῆϲ εὐθείαϲ τῶνδυϊκῶν οἷον φίλοι, ὅμηροι, κοχλίαι, Αἰνεῖαι. ἐπειδὴ οὖν τὸ ῑ χαρακτηριϲτικόν ἐϲτι τῆϲ εὐθείαϲ τῶν πληθυντικῶν, εὐλόγωϲ οὖν ἐν τοῖϲ πληθυντικοῖϲ τὰ δύο εε εἰϲ τὴν ει δίφθογγον κίρναται, ἐν δὲ τοῖϲ δυϊκοῖϲ εἰϲ τὸ η, ἐπειδὴ εἰ ἐγένετο τῶν δύο εε κρᾶϲιϲ εἰϲ τὴν ει δίφθογγον ἐν τοῖϲ δυϊκοῖϲ, εὑρίϲκεται τὸ ι ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ, ὅπερ ἐϲτὶ γνήϲιον, ὡϲ εἴρηται, τῆϲ εὐθείαϲ τῶν πληθυντικῶν. τούτου χάριν, ἱνα μὴ εὑρεθῇ τὸ ῑ τελικὸν ἐπὶ τῆϲ εὐθείαϲ τῶν δυικῶν, οὐκ ἐγένετο ἡ κρᾶϲιϲ τῶν δύο εε εἰϲ τὴν ει δίφθογγον ἀλλ’ εἰϲ τὸ η. ἔϲτιν οὖν εἰπεῖν καὶ ἑτέραν τοιαύτην ἀπολογίαν οὐδέποτε εὑρίϲκεται ἐν ἀρϲενικοῖϲ ὀνόμαϲιν εὐθεῖα δυικῶν εἰϲ οἱανδήποτε δίφθογγον λήγουϲα οἱον τὼ Ααντε, τῶ λέβητε, τὼ Ἀτρείδα, τὼ Ὀρέϲτα. ὅθεν καὶ ἐπὶ τῆϲ εἰϲ α καὶ εἰϲ ω ληγούϲηϲ δοτικῆϲ τῶν ἑνικῶν, δηλονότι μετὰ τοῦ ῑ οὕϲηϲ, ἡ εὐθεῖα τῶν δυϊκῶν οὐκ ἔχει τὸ ῑ προϲγεγραμμένον οἷον τῷ κοχλίᾳ τὼ κοχλία, τῷ ὁμήρῳ τῶ ὁμήρω. τούτων οὖν χάριν ἐν τοῖϲ δυϊκοῖϲ οὐ κίρναται. τὰ δύο εὲ εἰϲ τὴν ει δίφθογγον. πρόϲκειται «ἐν ἀρϲενικοῖϲ ὀνόμαϲιν» διὰ τὸ ταρίχεε ταρίχει, πόλεε πόλει· ταῦτα γὰρ διὰ τῆϲ ει διφθόγγου γράφεται. ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτιν ἀρϲενικὰ ἀλλὰ τὸ μὲν οὐδέτερον τὸ δὲ θηλυκόν, ἄλλωϲ τε δὲ καὶ ϲπάνιά ἐϲτιν ἅτινα οὐκ ἔρρηται εἰϲ κανόνα. ἔϲτι δὲ εἰπεῖν καὶ ἄλλην ἀπολογίαν τοιαύτην· ἡ εὐθεῖα τῶν πληθυντικῶν πλείοϲι φωνήεϲι κέχρηται πολλάκιϲ ὡϲ πρὸϲ τὴν εὐθεῖαν τῶν δυικῶν οἷον τὼ ὁμήρω οἱ ὅμηροι, τῶ κοχλία οἱ κοχλίαι. ἰδοὺ ἡ εὐθεῖα τῶν πληθυντικῶν δύο ἔχει φωνήεντα, τῆϲ εὐθείαϲ τῶν δυϊκῶν ἓν φωνῆεν ἐχούϲηϲ. εἰκότωϲ οὖν ἐν μὲν τοῖϲ πληθυντικοῖϲ τὰ δύο ὲὲ εἰϲ τὴν ει δίφθογγον κίρναται, ἐν δὲ τοῖϲ δυϊκοῖϲ εἰϲ τὸ η, ἵνα πλείονα ϲχῇ φωνήεντα ἡ εὐθεῖα τῶν πληθυντικῶν τῆϲ εὐθείαϲ τῶν δυικῶν. ἔϲτι δὲ εἰπεῖν καὶ ἄλλην ἀπολογίαν τοιαύτην ἡ εὐθεῖα τῶν δυικῶν μείζονι χρόνῳ κέχρηται πολλάκιϲ ὡϲ πρὸϲ τὴν εὐθεῖαν τῶν πληθυντικῶν οἷον τὼ ὁμήρω οἱ ὅμηροι· τὸ ω μεῖζόν ἐϲτι τῆϲ ο διφθόγγου. τὰ Μηδεία αἱ λήδειαι. τὸ α τὸ φύϲει μακρὸν μεῖζόν ἐϲτι τῆϲ αῖ διφθόγγου. ἐπεὶ οὖν καὶ τὸ η μεῖζόν ἐϲτι τῆϲ ε διφθόγγου, εἰκότωϲ ἐν μὲν τοῖϲ δυϊκοῖϲ τὰ δύο εε εἰϲ η κίρναται, ἐν δὲ τοῖϲ πληθυντικοῖϲ εἰϲ τὴν ει δίφθογγον, ινα εὑρεθῇ μείζονα χρόνον ἔχουϲα ἡ εὐθεῖα τῶν δυικῶν, ὡϲ πρὸϲ τὴν εὐθεῖαν τῶν πληθυντικῶν.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
