# Περὶ κλίσεως ὀνομάτων 2.152

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.152

Choer. 240, 33. ἰϲτέον ὅτι διφοροῦνται τούτων αἱ αἰτιατικαί, καὶ ἡ μὲν εἰϲ α λήγουϲα ἀπὸ τῆϲ δοτικῆϲκανονίζεται, ἡ δὲ εἰϲ ν ἀπὸ τῆϲ εὐθείαϲ· καὶ δεῖ παραφυλάξαϲθαι, ὅτι ἐπὶ τῆϲ βοῦϲ ἡ αἰτιατικὴ μᾶλλον εἰϲ ν λήγει οἰον τὸν βοῦν, ϲπανιωτέρα δέ ἐϲτιν ἡ εἰϲ α οἷον τὸν βόα. εὑρέθη δὲ ϲπανίωϲ παρὰ Φερεκύδῃ τῷ Ἀθηναίῳ. ἐπὶ δὲ τοῦ χροῦϲ καὶ χοῦϲ τὸ ἐναντίον ἡ μὲν εἰϲ α ἐϲτὶν ἐν πλάτει οἰον χρόα καὶ χόα μή τιϲ χρόα χαλκῷ ἐπαύρῃ (Ν 649), ἡ δὲ εἰϲ ν ϲπανιωτέρα οἷον χροῦν καὶ χοῦν. ίϲτέον ὅτι τὸ χόα, ἀπὸ τοῦ χοῦϲ χοόϲ ὸν καὶ βαρύνεται καὶ ϲυνεϲταλμένον ἔχει τὸ α τὸ δὲ παρὰ τῷ Μενάνδρῳ χοᾶ οἷον τὸν χοᾶ ἐκκέχυκαϲ, ῷ τινι καὶ χρῶνται οἱ Ἀττικοὶ περιϲπωμένωϲ, καὶ ἐκτεταμένον ἔχον τὸ α, ἀπὸ τῶν εἰϲ ευϲ ἐϲτίν οἱον ἀπὸ τοῦ χοεύϲ χοέοϲ χοέῖ χοέα γέγονε χοᾶ κατὰ κρᾶϲιν τοῦ ε καὶ α εἰϲ α μακρὸν ὥϲπερ Ἐξρετριέα Ἐρετριᾶ. ἄξιον δέ ἐϲτι ζητῆϲαι, διατί, ὥϲπερ ἀπὸ τοῦ Ϲαπφόα καὶ Λητόα γέγονε Ϲαπφώ καὶ Λητώ κατὰ κρᾶϲιν τοῦ ο καὶ α εἰϲ ω, μὴ τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ βόα καὶ χρόα καὶ χόα γίνεται βῶ καὶ χρῶ καὶ χῶ κατὰ κρᾶϲιν τοῦ ο εἰϲ ω. ἔϲτιν οὖν εἰπεῖν, ὅτι ἐπὶ τοῦ Λητόα καὶ Ϲαπφόα πρῶτον ἡ γενικὴ ϲυνῃρέθη, καὶ οὕτωϲ ἡ αἰτιατικὴ οἷον Λητόοϲ Λητοῦϲ, Ϲαπφόοϲ Ϲαπφοῦϲ· ἐπὶ δὲ τούτων ἐπειδὴ οὐ ϲυνρέθη ἡ γενική, τούτου χάριν οὐδὲ ἡ αἰτιατικὴ ϲυνῃρέθη.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
