# Περὶ κλίσεως ὀνομάτων 2.157

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.157

Choer. 231, 33 — 235, 3: τὰ εἰϲ υϲ μονογενῆ τὸ υ φυλάϲ(ει ἐπὶ γενικῆϲ δηλονότι καὶ διὰ καθαροῦ τοῦ οϲ κλίνεται οἰον ϲτάχυϲ ϲτάχυοϲ, βότρυϲ βότρυοϲ, νέκυϲ νέκυοϲ, Τῖφυϲ Πίφυοϲ, Ῥαδάμανθυϲ Ῥαδαμάνθυοϲ, Πάλμυϲ Πάλμυοϲ· τὸ γὰρ Πάλμυδοϲ διὰ τοῦ δοϲ κλιθὲν παρὰ Αἰϲχύλῳ ἡμάρτηται ἔϲτι δὲ ὄνομα κύριον βαϲιλέωϲ· χωρὶϲ τοῦ πῆχυϲ πήχεωϲ καὶ πέλεκυϲ πελέκεωϲ. καὶ τούτων ἡ γενικὴ πήχυοϲ καὶ πελέκυοϲ κατὰ ἀκολουθίαν ὥϲπερ βότρυϲ βότρυοϲ, καὶ ἐπειδὴ τὰ μεταβάλλοντα τὸ ο Ἀττικῶϲ εἰϲ ω δηλονότι κατὰ τὴν γενικὴν ἠναγκάθη καὶ τὸ παραλῆγον φωνῆεν εἰϲ μεταβάλλειν (ὁ δὲ λόγοϲ ἐπὶ τῶν καθαρευόντων οἷον μάντιϲ μάντεωϲ, ὄφιϲ ὄφεωϲ, λαόϲ λεώϲ, Μενέλαοϲ Μενέλεωϲ); εἰκότωϲ καὶ τὸ πήχυοϲ καὶ πελέκυοϲ ἐκτείναντα τὸ ο εἰϲ τὸ ω Ἀττικῶϲ ἠναγκάϲθη καὶ τὸ παραλῆγον φωνῆεν τρέψαι εἰϲ τὸ ε καὶ γενέϲθαι πήχεωϲ καὶ πελέκεωϲ διὰ τοῦ ε καὶ ω. εἰ δέ που εὑρήϲειϲ πήχεοϲ καὶ πελέκεοϲ διὰ τοῦ ο, γνῶθι ὅτι ἀπὸ τοῦ πήχεωϲ καὶ πελέκεωϲ διὰ τοῦ ω γέγονε πήχεοϲ καὶ πελέκεοϲ διὰ τοῦ ο κατὰ ϲυϲτολὴν τοῦ ω εἰϲ ο. τῷ δὲ πῆχυϲ πήχεωϲ καὶ πέλεκυϲ πελέκεωϲ ἠκολούθηϲε καὶ τὸ πρέϲβυϲ ὁ γέρων καὶ πρότερον ἐγένετο ἡ ἔκταϲιϲ τοῦ ο εἰϲ ω ἐν τῇ γενικῇ καὶ οὕτωϲ ἐγένετο ἡ παραλήγουϲα διὰ τοῦ ε πρέϲβεωϲκαὶ τελευταῖον ἔτρεψε τὸ ω εἰϲ τὸ ο καὶ ἐγένετο πρέϲβεοϲ. ἐπὶ δὲ τῶν ἐκπεμπομένων εἰϲ πρεϲβείαν οὐχ εὺρίϲκομεν τὴν εὐθεῖαν εἰϲ υϲ, ὥϲπερἐνόμιϲάν τινεϲ. εἰ γὰρ εὕρηται ἡ αἰτιατικὴ τὸν πρέϲβιν ὡϲ μάντιν καὶ ἡ κλητικὴ ὦ πρέϲβιϲ Ἀττικῶϲ ὥϲπερ ὦ μάντιϲ, δηλονότι καὶ ἡ εὐθεῖα ὁ πρέϲβιϲ ὥϲπερ ὁ μάντιϲ καὶ ἡ γενικὴ τοῦ πρέϲβεωϲἀκολούθωϲ ὥϲπερτοῦμάντεωϲ.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
