# Περὶ κλίσεως ὀνομάτων 2.170.1

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.170.1

Περὶ τῶν εἰϲ ωϲ. Choer. 253, 5: τὰ εἰϲ ωϲ λήγοντα μονοϲύλλαβα, εἰ μὲν περιϲπᾶται, ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν οἷον ὁ ϲῶϲ τοῦ ϲῶ οἷον νῦν τοι ϲῶϲ αἰπὺϲ ὄλεθροϲ (Ν 773), ὁ Κρῶϲ τοῦ Χρῶ, ὁ Γλῶϲ τοῦ Τλῶ, ὁ Μῶϲ τοῦ Κῶ (ταῦτα δὲ ὀνόματά. ἐϲτιν ηρώων, ἀρϲενικά, κύρια, ὁμοφωνοῦντα ταῖϲ πόλεϲιν· ἔϲτι γὰρ καὶ ὀνόματα πόλεων ταῦτα, ἀλλὰ τότε θηλυκῶϲ λέγεται οἶον ἡ Κρῶϲ, ἡ Γλῶϲ, ἡ Κῶϲ ἐξ ἐκείνων δὲ ὠνομάϲθηϲαν καὶ αἱ πόλειϲ). εἰ δὲ ὀξύνεται τὰ εἰϲ ωϲ μονοϲύλλαβα, περιττοϲυλλάβωϲ κλίνεται, χωρὶϲ τοῦ ζώϲ ἦ κε ζὼϲ ἀμενηνὸϲ ἔα χαλκοῖο τυπῇϲι (ε 887) τοῦτο γὰρ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν οἷον ὁ ζώϲ τοῦ ζῶ. καὶ ἔχει ἀπολογίαν, ὅτι ἀπὸ ϲυναιρέϲεωϲ ἐγένετο· ἀπὸ γὰρ τοῦ ὁ ζωόϲ τοῦ ζωοῦ ἐγένετο κατὰ κρᾶϲιν ὁ ζώϲ τοῦ ζῶ, τῆϲ βαρείαϲ καὶ ὀξείαϲ εἰϲ ὀξεῖαν ϲυναιρεθειϲῶν, ὥϲπερ ἐπὶ τοῦ ἑϲταώϲ ἑϲτώϲ, βεβαώϲ βεβώϲ, Νηρηῖϲ Νηρῇϲ. τὰ γὰρ ϲυνῃρημένα τὴν τῶν ἐντελῶν φυλάττει κλίϲιν οἰον Ἑρμέαϲ Ἑρμέου Ἑρμῆϲ Ἑρμοῦ, χρυϲέοϲ χρυϲέου χρυϲοῦϲ χρυϲοῦ, τιμήειϲ τιμήεντοϲ τιμῆϲ τιμῆντοϲ χρυϲὸν τιμῆντα καὶ ἄργυρον (Ϲ 475), δαφνήειϲ δαφνήεντοϲ δαφνῆϲ δαφνῆντοϲ, ὁ ϲῶοϲ τοῦ ϲώου ὁ ϲῶϲ τοῦ ϲῶ· οὕτωϲ οὖν καὶ ὁ ζωόϲ τοῦ ζωοῦ ὁ ζώϲ τοῦ ζῶ. ταῦτα δὲ εἰ καὶ. μὴ τὴν αὐτὴν κατάληξιν ἐφύλαξεν, ἀλλ’ οὖν τὴν αὐτὴν κλίϲιν ἐφύλαξε, φημὶ δὴ τὴν ἰϲοϲύλλαβον. ὥϲπερ γὰρ τὰ ἐντελῆ αὐτῶν ἰϲοϲυλλάβωϲ κλίνεται, οὕτω καὶ τὰ ϲυνῃρημένα ἰϲοϲυλλάβωϲ κλίνεται. τὰ εἰϲ ωϲ ὀξύτονα μονοϲύλλαβα ἢ διὰ καθαροῦ τοῦ οϲ κλίνεται ἢ διὰ τοῦ γοϲ. καὶ τὰ μὲν ἔχοντα ϲύμφωνον τῆϲ τρίτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων, τουτέϲτι ηὸ δ ἢ θ ἢ τ, διὰ καθαροῦ τοῦ οϲ κλίνεται, τὰ δὲ μὴ οὕτωϲ ἔχοντα διὰ τοῦ τοϲ οἷον θώϲ θωόϲ θῶεϲ μέν τε διέτρεϲαν (Λ 481 ), ἔχει γὰρ τὸ θ (ἔϲτι δὲ εἶδοϲ θηρίου), δμώϲ δμωόϲ, ἔχει γὰρ τὸ δ, Τρώϲ Τρωόϲ, ἔχει γὰρ τὸ τ. ιὶϲτέον δὲ ὅτι τὸ Τρώϲ παρὰ τῷ μήρῳ ἑνικῶϲ μὲν λεγόμενον ἐπὶ τοῦ κυρίου ὀνόματοϲ παραλαμβάνεται καὶ οὐδέποτε πληθυντικῶϲ οἷον τῆϲ γάρ τοι γενεῆϲ ἧϲ Τρωΐ περ εὐρύοπα ζεὺϲ δῶχ’ υἰοϲ ποινὴν Γανυμήδεοϲ (ε 265). ἐὰν δὲ τὸ ἔθνοϲ δηλώϲῃ, ἐν πληθυντικῇ φωνῇ παραλαμβάνεται οἷον «Ζεὺϲ δ’ ἐπεὶ οὖν Τρῶαϲ τε» (Ν 1), «Πρώων δ’ οἰώθη καὶ Ἀχαιῶν φύλοπιϲ αἰνή (Ζ 1), Πρῶεϲ καὶ ύκιοι καὶ Δάρδανοι ἀγχυαχηταί . τὰ δὲ μὴ ἔχοντα ϲύμφωνον τῆϲ τρίτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων διὰ τοῦ τοϲ κλίνεται οἷον πλώϲ πλωτόϲ (πλώϲ δὲ λέγεται ὁ ἰχθῦϲ παρὰ τὸ πλέειν), φώϲ φωτόϲ (ϲημαίνει δὲ τὸν ἄνθρωπον) «ἰϲόθεοϲ φώϲ », χρώϲ χρωτόϲ « ἐπεὶ οὔ ϲφι λίθοϲ χρὼϲ οὐδὲ ϲίδηροϲ» (Δ 510), «χρῶτ’ ἀπονιψαμένη» (ϲ 172). οἱ δὲ Ἀθηναῖοι ἐχρήϲαντο καὶ ἰϲοϲυλλάβωϲ, τὸν χρώ γὰρ εἰρήκαϲιν ὁ δὲ λόγοϲ περὶ τῶν εἰϲ ωϲ κοινολεκτουμένων ἐϲτί· τὸ γὰρ βοῦϲ βῶϲ λέγουϲιν αἱ διάλεκτοι, καὶ ἰδοὺ περιϲπᾶται καὶ. διὰ καθαροῦ τοῦ οϲ κλίνεται, βοόϲ γάρ, καὶ ἐπὶ ἄλλων δὲ εἰϲ ουϲ τρέπει τὴν ου εἰϲ τὸ ω, καὶ οὐκ ἐναντιοῦται ταῦτα ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτι φύϲει εἰϲ ωϲ.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
