# Περὶ κλίσεως ὀνομάτων 2.172

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.172

Chor. 255, 33: τῶν εἰϲ ωϲ βαρυτόνων τὰ μὲν βραχείᾳ παραληγόμενα διὰ τοῦ τοϲ κλίνεται οἷον γέλωϲ γέλωτοϲ, ἔρωϲ ἔρωτοϲ, Νέπωϲ Νέπωτοϲ (ἔϲτι δὲ ὄνομα ὄρουϲ). τὸ δὲ κάλωϲ βαρύτονον ὸν καὶ. βραχείᾳ παραληγόμενον οὐ κλίνεται διὰ τοῦ τοϲ, ἀλλὰ Ἀττικῶϲ ἀποβολῇ τοῦ ϲ οἷον κάλωϲ κάλω καὶ διὰ καθαροῦ τοῦ οϲ οἶον κάλωϲ κάλωοϲ, ὡϲ παρὰ Ἀπολλωνίῳ (Ι 1277) εὐναίαϲ ἐρύϲαντεϲ ἀνεκρούϲαντο κάλωοϲ κεὰ (ΙΙ 725) δερκόμενοι παράμειβον, ὑπὸ πνοιῇ δὲ κάλωεϲ ὡϲαύτωϲ καὶ τοῦ Ἄθωϲ ἡ κλίϲιϲ διττὴ καὶ Ἄθω καὶ Ἄθωοϲ. τὰ δὲ μακρᾷ παραληγόμενα διὰ καθαροῦ τοῦ οϲ κλίνεται οἰον Μίνωϲ Μίνωοϲ (τὸ γὰρ ι ἐκτείνεται· ἰϲτέον δὲ ὅτι εὑρίϲκεται ϲπανίωϲ καὶ ϲυϲτελλόμενον), ἥρωϲ ηρωοϲ. ϲεϲημείωται τὸ εἱλωϲ εἱλωτοϲ, ὅτι μακρᾷ παραληγόμενον διὰ τοῦ τοϲ ἐκλίθη. εϊλωτεϲ δὲ λέγονται οἱ τὴν Μεϲϲηνιακὴν οἰκοῦντεϲ τῆϲ Πελοποννήϲου. ἔϲτιν οὖν εἰπεῖν ὅτι ἕλωϲ ἕλωτοϲ ἦν καὶ ὡϲ βραχείᾳ παραληγόμενον διὰ τοῦ τοϲ κλίνεται ὥϲπερ γέλωϲ γέλωτοϲ, καὶ λοιπὸν πλεονάϲαν τὸ ῑ ἐφύλαξε τὴν αὐτὴν κλίϲιν καὶ ἐγένετο εῖλωϲ εἱλωτοϲ. ἰϲτέον δὲ ὅτι οἱ Λακεδαιμόνιοι πάνταϲ τοὺϲ δούλουϲ εἵλωταϲ καλοῦϲι πρὸϲ ὕβριν τούτων, φημὶ δὴ τῶν τὴν Μεϲϲηνιακὴν οἰκούντων τῆϲ Πελοποννήϲου. ίϲτέον δὲ ὅτι Ἀθηναῖοι ἐπὶ τούτων πάντων ἰϲοϲύλλαβον ποιοῦνται κλίϲιν· τοῦ γέλω γὰρ καὶ τοῦ Μίνω καὶ τοῦ ἥρω λέγουϲιν.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
