# Περὶ κλίσεως ὀνομάτων 2.179

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.179

Περὶ τῶν εἰϲ ϲ ληγόντων μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου. Choer. 265, 22: τὰ εἰϲ τὸ ϲ λήγοντα πρὸ τοῦ ϲ ἔχει ἢ τὸ λ. ὡϲ τὸ ἅλϲ ἢ τὸ ν ὡϲ τὸ Τῖρυνϲ ἡ τὸ ρ ὡϲ τὸ μάκαρϲ. τὰ εἰϲ ϲ μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου λήγοντα διὰ δύο ϲυμφώνων κλίνεται, δηλονότι καὶ εἰϲ οϲ ἔχει τὴν γενικὴν καὶ τότε μὲν διὰ τοῦ τ κλίνεται, ηνίκα ἔχει τὸ α οἷον μάκαρϲ μάκαρτοϲ, δάμαρϲ δάμαρτοϲ, τότε δὲ. διὰ τοῦ θ κλίνεται, ἡνίκα οὐκ ἔχει τὸ α οἷον Τῖρυνϲ Τρυνθοϲ (ἔϲτι. δὲ ὄνομα πόλεωϲ τοῦ Ἄργουϲ, ἐξ ϲ ἦν ὁ Εὐρυϲθεύϲ), ἑλμινϲ ἕλμινθοϲ. εἰ οὖν ἐϲτιν ἅλϲ, ὥφειλεν εἶναι ἡ γενικὴ ἁλτόϲ, ῖνα εὑρεθῇ διὰ δύο ϲυμφώνων ἐκφερομένη· ἀλλ’ ἐπειδὴ δαϲυνομένηϲ τάϲ εὐθείαϲ . ἔμελλε ψιλοῦϲθαι ἡ γενικὴ (ἀδύνατον δέ ἐϲτι τὸ πνεῦμα τῆϲ εὐθεῖαϲ . ἐναλλάξαι κατὰ τὰϲ ἄλλαϲ πτώϲειϲ, θέλει γὰρ τὰ πνεύματα τῶν εὐθειῶν φυλάττεϲθαι καὶ ἐν λοιαῖϲ πτώϲεϲιν οἷον τοῦ ἄλγοϲ ψιλουμένο καὶ αἱ λοιπαὶ πτώϲειϲ ψιλοῦνται ἄλγουϲ ἄλγει ἄλγοϲ, καὶ πάλιν τοῦ ἁγνόϲ δαϲυνομένου καὶ αἱ λοιπαὶ πτώϲειϲ δαϲύνονται οἷον τοῦ ἁγνοῦ τῷ ἁγνῷ τὸν ἁγνόν ὐ ἁγνέ), διὰ τοῦτο ἀπέβαλεν η γενικὴ τὸ τ καὶ ἐγένετο ἁλόϲ, ἵνα ὁμοίωϲ τῇ εὐθείᾳ δαϲυνθῇ καὶ ἡ γενική. καὶ ἡ μὲν δαϲύνεται κανόνι τοιούτῳ· τὸ α τὸ ἀθροιϲτικόν, ἤγουν τὸ ϲημαῖνον ἄθροιϲιν, δαϲύνεϲθαι θέλει οἷον ἅμαξα (εἴρηται δὲ ἅμαξα παρὰ τὸ ἄμα καὶ ἄγειν τὰ ϲυνηθροιϲμένα), ἁθρόον ἀντὶ τοῦ ὁμοῦ (ἀθρόον δὲ ἀντὶ τοῦ ἐξαίφνηϲ ψιλοῦται), ἅπαϲ, ἅμα· οὕτωϲ οὖν καὶ τὸ ἅλϲ, ὅτε ἐπὶ τῆϲ θαλάϲϲηϲ, ὅπου πάντα τὰ ὕδατα ἁλίζεται, ἤγουν ϲυναθροίζεται, εἴτε ἐπὶ τούτου τοῦ ἁλμυροῦ (ὅ τι ἡ ϲυνήθεια λέγει τὸ ἅλαϲ οὐδετέρωϲ, ϲπανίωϲ εἰρημένον παρὰ τοῖϲ ἀρχαίοιϲ), καὶ αὐτὸ γὰρ ἄθροιϲιν τινὰ ϲημαίνει. εἰ δὲ ἐγένετο ἡ γενικὴ ἁλτόϲ, ἔμελλε ψιλοῦϲθαι· τὸ γὰρ α καταλῆγον εἰϲ λ, ἐπιφερομένου ϲυμφώνου τῆϲ τρίτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων, τουτέϲτι τὸ δ θ ἢ τ, ψιλοῦϲθαι θέλει οἰον ἀλθαία (ἔϲτι δὲ εἰδὸϲ βοτάνηϲ), Ἄλτηϲ (ὄνομα δὲ τοῦτο κύριον), ἀλδιϲκάνειν, ὅ ἐϲτιν ἅλλεϲθαι. εὐλόγωϲ οὖν ἀπέβαλε τὸ τ καὶ ἐγένετο ἁλόϲ, ινα ὁμοίωϲ τῇ εὐθείᾳ δαϲυνθῇ καὶ ἡ γενική.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
