# Περὶ κλίσεως ὀνομάτων 2.185

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.185

Τὰ εἰϲ ην λήγοντα ὀξύτονα ὑπὲρ μίαν ϲυλλαβήν, ἐὰν μὲν ἔχᾳῃ τὸ μ, ἐπὶ γενικῇ τὸ ῆ εἰϲ ε τρέπει, ποιμένοϲ λιμένοϲ πυθμένοϲ· ἀλλὰ μόνον τὸ Δομήν ἐφύλαξε τὸ η Δαμῆνοϲ γὰρ ἐπιγράφεται Ἀργολικά. ἴϲωϲ δὲ ἐπεὶ κύριόν ἐϲτι, παραλλαγὴν ἐποιήϲατο. τὸ δὲ Ἀλλαμήν παραἰτοῦμαι. οὐ γὰρ γνήϲιον ὄνομα ὑπὸ Διοδώρου παραπεποιημένον. τὰ δὲ μὴ ἔχοντα τὸ μ φυλάττει τὸ η ἐν τῇ γενικῇ οἰον ϲωλήν ϲωλῆνοϲ, τριβήν τριβῆνοϲ, λειχήν λειχῆνοϲ, δοθιήν δοθιῆνοϲ πλὴν τοῦ ἀζην ἀζένοϲ καὶ τοῦ ἁδήν ἁδένοϲ καὶ τοῦ αὐχήν αὐχένοϲ. καὶ ἔϲτιν εἰπεῖν, ὅτι τὰ εἰϲ ην ὀξύτονα ἔχοντα ἐν τῇ παραληγούϲῃ τὸ α καὶ μέροϲ ϲώματοϲ ϲημαίνοντα ἢ πάθοϲ τρέπει τὸ η εἰϲ ε οἷον αὐχένοϲ, ἁδένοϲ, ἁζένοϲ, τὸ γὰρ λειχήν καὶ δοθιήν οὐκ ἔχει τὸ ᾶ.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
