Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.186
Not analysed yet
Choer. 276, 16: τὰ εἰϲ ην λήγοντα βαρύτονα ὄντα μονογενῆ φυλάττει τὸ η καὶ ἐν τῇ γενικῇ οἷον Ἕλλην Ἕλληνοϲ (τοῦτο γὰρ οὐκ ἔχει οὐδέτερον· οὐκ ἀγνοοῦμεν δὲ ὅτι καὶ θηλυκῶϲ λέγεται ἡ Ἕλλην), Γέρην Γέρηνοϲ (ἐϲτι δὲ ὄνομα κύριον), Ϲέβην Ϲέβηνοϲ (ἔϲτι δὲ ὄνομα ἥρωοϲ). εἰ δὲ ἔχει οὐδετέρου παραϲχηματιϲμόν, τρέπει τὸ η εἰϲ τὸ ε ἐν τῇ γενικῇ οἰον ἄρϲην ἄρϲενοϲ, ἔχει γὰρ οὐδέτερον τὸ ἄρϲεν, τέρην . τέρενοϲ, ἔχει γὰρ οὐδέτερον τὸ τέρεν· τὸ δὲ εἴρην ὁ Καλλίμαχοϲ διὰ τοῦ ε ἔκλινεν εἰπὼν «ἀλλ’ ἀντὶ βρεφέων πολιὸν νέον εἴρενα μέϲϲον »καὶ ταῦτα μὴ ἔχοντα οὐδετέρου παραϲχηματιϲμὸν καὶ ῖϲωϲ διὰ τὸ μέτρον τοῦτο ἐποίηϲεν.