# Περὶ κλίσεως ὀνομάτων 2.186

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.186

Choer. 276, 16: τὰ εἰϲ ην λήγοντα βαρύτονα ὄντα μονογενῆ φυλάττει τὸ η καὶ ἐν τῇ γενικῇ οἷον Ἕλλην Ἕλληνοϲ (τοῦτο γὰρ οὐκ ἔχει οὐδέτερον· οὐκ ἀγνοοῦμεν δὲ ὅτι καὶ θηλυκῶϲ λέγεται ἡ Ἕλλην), Γέρην Γέρηνοϲ (ἐϲτι δὲ ὄνομα κύριον), Ϲέβην Ϲέβηνοϲ (ἔϲτι δὲ ὄνομα ἥρωοϲ). εἰ δὲ ἔχει οὐδετέρου παραϲχηματιϲμόν, τρέπει τὸ η εἰϲ τὸ ε ἐν τῇ γενικῇ οἰον ἄρϲην ἄρϲενοϲ, ἔχει γὰρ οὐδέτερον τὸ ἄρϲεν, τέρην . τέρενοϲ, ἔχει γὰρ οὐδέτερον τὸ τέρεν· τὸ δὲ εἴρην ὁ Καλλίμαχοϲ διὰ τοῦ ε ἔκλινεν εἰπὼν « ἀλλ’ ἀντὶ βρεφέων πολιὸν νέον εἴρενα μέϲϲον » καὶ ταῦτα μὴ ἔχοντα οὐδετέρου παραϲχηματιϲμὸν καὶ ῖϲωϲ διὰ τὸ μέτρον τοῦτο ἐποίηϲεν.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
