# Περὶ κλίσεως ὀνομάτων 2.187

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.187

Choer. 277, 10: τὰ εἰϲ ἀμετάβολον λήγοντα βαρύτονα ἀποβάλλοντα τῆϲ γενικῆϲ τὴν ἐϲχάτην τὸ οϲ ποιεῖ τὴν κλητικήν, Πλάτωνοϲ ὦ Πλάτων, Ἕλληνοϲ ὦ Ἕλλην, τέρην τέρενοϲ τέρεν, Τρύφωνοϲ ὦ Τρύφων, λαχάονοϲ ὦ Μαχᾶον, ἄρϲενοϲ ὦ ἄρϲεν, τέρην τέρενοϲ ὦ τέρεν, Ἕκτοροϲ ὦ Ἕκτορ, Ἀγαμέμνονοϲ ὦ Ἀγάμεμνον. καὶ ἐὰν εὑρεθῇ ἡ γενικὴ ἔχουϲα πρὸ τοῦ οc τὸ τ, καὶ τὸ τ ἀποβάλλεται ἐν τῇ κλητικῇ οἷον θεράποντοϲ ὦ θεράπον, λέοντοϲ ὦ λέον, δράκοντοϲ ὦ δράκον, γέροντοϲ ὦ γέρον. ϲεϲημείωται τὸ Ἄπολλον καὶ Ποϲείδαον, ὡϲ παρὰ τῷ ποιητῇ (Ξ 357) πρόφρων νῦν Δαναοῖϲι Ποϲείδαον ἐπάμυνον. ταῦτα γὰρ φυλάξαντα τὸ ω ἐν τῇ γενικῇ, Ἀπόλλωνοϲ γὰρ καὶ Ποϲειδάωνοϲ, οὐκ ἐφύλαξε καὶ ἐν τῇ κλητικῇ αὐτό, ἀλλὰ ϲυνέϲτειλαν αὐτὸ εἰϲ τὸ ο. καὶ περὶ μὲν τοῦ Ἄπολλον ἔϲτιν εἰπεῖν, ὅτι Αἰολικῶϲ ϲυνέϲτειλεν τὸ ω εἰϲ τὸ ο κατὰ τὴν κλητικήν· περὶ δὲ τοῦ Ποϲείδαον ἔϲτιν εἰπεῖν, ὅτι ψευδαιολικόν ἐϲτιν καὶ οὐ κυρίωϲ Αἰολικόν, ἐπειδὴ οὐκ ἴϲαϲιν οἱ Αἰολεῖϲ ἐπὶ ταύτηϲ τῆϲ λέξεωϲ εἰϲ ων τὴν εὐθεῖαν, ἀλλ’ εἰϲ αν Ποϲείδαν γὰρ λέγουϲι. τῆϲ οὖν εὐθείαϲ εἰϲ ων μὴ οὔϲηϲ παρ’ αὐτοῖϲ πῶϲ δύναται ἡ κλητικὴ εἰϲ ον διὰ τοῦ ο γίνεϲθαι Αἰολικῶϲ, τούτου οὖν χάριν εἴρηται, ὅτι ψευδαιολικόν ἐϲτι καὶ οὐ κυρίωϲ Αἰολικόν.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
