# Περὶ κλίσεως ὀνομάτων 2.194

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.194

Choer. 284, 4: τὰ μὲν εἰϲ ων βαρύτονα τρεῖϲ κλίϲειϲ ἐπιδέχεται· ἢ γὰρ προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν καὶ φυλάττει τὸ ω οἷον Θέων Θέωνοϲ, Πλάτων Πλάτωνοϲ, Τρύφων Τρύφωνοϲ, ἢ προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν καὶ τρέπει τὸ ῦ εἰϲ τὸ ο οἰον ϲώφρων ϲώφρονοϲ, γείτων γείτονοϲ, τέκτων τέκτονοϲ, ἤ διὰ. τοῦ ντ κλίνεται καὶ πάλιν τρέπει τὸ ῶ εἰϲ τὸ ο οἷον θεράπων θεράποντοϲ, δράκων δράκοντοϲ, λέων λέοντοϲ. τὰ δὲ εἰϲ ων ὀξύτονα δύο κλίϲειϲ ἐπιδέχεται γὰρ προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν καὶ φυλάττει τὸ ῦ ὡϲ ἐπὶ τοῦ κοιτών κοιτῶνοϲ, Ἑλικῶν Ἑλικῶνοϲ, ἤ προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν καὶ τρέπει τὸ ω εἰϲ τὸ ο οἷον Ϲαρπηδών Ϲαρπηδόνοϲ, ἀλεκτρυών ἀλεκτρυόνοϲ, οὐδέποτε δὲ διὰ τοῦ ντ κλίνεται· αὕτη γὰρ ἡ κλίϲιϲ μετοχῶν ἐϲτιν, ὡϲ ἐπὶ τοῦ λαβών λαβόντοϲ, δραμών δραμόντοϲ, πεϲών πεϲόντοϲ, ἑκών ἑκόντοϲ· τοῦτο γὰρ μετοχή. ὅτι γὰρ τὰ εἰϲ ων ὀνόματα ὀξύτονα ἀποϲτρέφεται τὴν διὰ τοῦ ντ κλίϲιν δῆλον, εἴγε τὸ Ϲαρπηδών ὀξυνόμενον Ϲαρπηδόνοϲ κλίνεται, ὅταν δὲ ἐκλίθη καὶ διὰ τοῦ ντ, τότε καὶ βαρεῖαν ἐπιδέχεται τάϲιν οἷον Ϲαρπήδοντοϲ ἑταῖρον (Μ 379) προπαροξυτόνωϲ, ὡϲ ἀπὸ τῆϲ Ϲαρπήδων εὐθείαϲ βαρυνομένηϲ καὶ Ϲαρπήδοντι δ’ ἄχοϲ γένετο (Μ 392) ὁμοίωϲ προπαροξυτόνωϲ καὶ Ϲαρπήδοντα ἡ αἰτιατικὴ καὶ ἡ κλητικὴ Ϲαρπῆδον Λυκίων βουληφόρε (ε 633) προπεριϲπωμένωϲ.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
