Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.195
Not analysed yet
Choer. 284, 30: τὰ δὲ εἰϲ ων περιϲπώμενα πάντα φυλάττει τὸ ω ἐπὶ τῆϲ γενικῆϲ καὶ οὐδέποτε τρέπει αὐτό, κλίνεται δὲ καὶ διὰ τοῦ ντ οἷον Ξενοφῶν ξενοφῶντοϲ, Ἀγλαοφῶν Ἀγλαοφῶντοϲ, Δημοφῶν Δημοφῶντοϲ, μόνον τὸ Ποϲειδῶν καὶ Τυφῶν καὶ ταῶν φυλάττει μὲν τὸ ῶ ἐν τῇ γενικῇ καὶ οὐ κλίνεται διὰ τοῦ ντ οἱον Ποϲειδῶνοϲ καὶ Τυφῶνοϲ καὶ τὰ ὅμοια.