# Περὶ κλίσεως ὀνομάτων 2.196

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.196

Choer.298, 6: καὶ τὸ μὲν Ποϲειδῶν ἔχει τοιαύταϲ ἀπολογίαϲ· τὰ εἰϲ ων περιϲπώμεναοὐδέποτέ ἐϲτιπαραϲύνθεταοἷον Δημοφῶν, Ξενοφῶν· τὸ δὲ Ποϲειδῶν παραϲύνθετόν ἐϲτιν, ἀπὸ γὰρ τοῦ Ποϲειδέηϲ ϲυνθέτου γέγονε Ποϲειδέων Ποϲειδῶν παραϲύνθετον. εἰκότωϲ οὖν ὡϲ διήλλαξε κατὰ τοῦτο πρὸϲ τὰ ἄλλα περιϲπώμενα, διήλλαξε καὶ περὶ τὴν κλίϲιν ἄλλωϲ τε δὲ τὰ εἰϲ ων περιϲπώμενα τὴν ἐντέλειαν διὰ τοῦ ο καὶ ω ἔχει οἷον ἀμνοκόων, Ἀγλαοφόων, Δημοφόων, ὡϲ παρὰ Καλλιμάχῳ νυμφίε Δημοφόων, ἄδικε ξένε. τὸ δὲ Ποϲειδῶν οὐκ ἔχει τὴν ἐντέλειαν διὰ τοῦ ο καὶ ω, ἀλλ’ ὴ διὰ τοῦ α καὶ ω οἷον Ποϲειδάων, ἢ διὰ τοῦ ε καὶ ω οἷον Ποϲειδέων· εἰκότωϲ οὖν ὡϲ διήλλαξε κατὰ τοῦτο πρὸϲ τὰ ἄλλα περιϲπώμενα, διήλλαξε καὶ περὶ τὴν κλίϲιν. ἔτι τὰ εἰϲ ων περιϲπώμενα οὐδέποτέ ἐϲτι παρώνυμα οἰον Ξενοφῶν Ἀγλαοφῶν, τὸ δὲ Ποϲειδῶν παρώνυμόν ἐϲτιν, ἀπὸ γὰρ τοῦ Ποϲειδέηϲ γέγονε oϲειδέων παρωνύμωϲ, ὥώϲπερ καὶ ἀπὸ τοῦ Ἡρακλέηϲ γέγονεν Ἡρακλέων παρωνύμωϲ. καὶ λοιπὸν ἀπὸ τοῦ Ποϲειδέων Ποϲειδέωνοϲ γίνεται Ποϲειδῶν Ποϲειδῶνοϲ· ἐπειδὴ διήλλαξε καὶ κατὰ τοῦτο πρὸϲ τὰ ἄλλα περιϲπώμενα, διήλλαξε καὶ κατὰ τὴν κλίϲιν. τὸ δὲ Ποϲειδέων Ποϲειδέωνοϲ τὸ ω φυλάττει ἐπὶ τῆϲ γενικῆϲ, ἐπειδή, ὡϲ εἰρήκαμεν, παρώνυμόν ἐϲτιν ἀπὸ τοῦ Ποϲειδέηϲ. τὰ γὰρ εἰϲ ων παρώνυμα βαρύτονα τὸ ω φυλάττει ἐπὶ τῆϲ γενικῆϲ οἰον θεόϲ Θέων Θέωνοϲ, τρυφή Τρύφων Τρύφωνοϲ, πλατύϲ Πλάτων Πλάτωνοϲ. ἔτι τὰ εἰϲ ων περιϲπώμενα οὐδέποτε φύϲει μακρῷ παραλήγεται, ἀλλ’ ἢ βραχείᾳ, ὡϲ ἐπὶ τοῦ Δημοφῶν, Ἰπποκῶν, Κτηϲιφῶν, ἢ θέϲει μακρᾷ, ὡϲ ἐπὶ τοῦ Δεξικρῶν· τὸ δὲ Ποϲειδῶν φύϲει μακρᾷ παραληγόμενον εἰκότωϲ οὖν ὡϲ διαλλάξαν κατὰ τοῦτο πρὸϲ τὰ ἄλλα περιϲπώμενα, διήλλαξε καὶ περὶ τὴν κλίϲιν. ἔτι τὰ εἰϲ ων περιϲπώμενα οὐδέποτε γίνεται παρὰ ταῖϲ διαλέκτοιϲ εἰϲ ᾳν· τὸ δὲ Ποϲειδῶν γίνεται παρὰ τοῖϲ Αἰολεῦϲι καὶ παρὰ τοῖϲ Δωριεῦϲιν εἰϲ αν· οἱ μὲν γὰρ Δωριεῖϲ Ποτιδὰν λέγουϲιν ὀξυτόνωϲ, οἱ δὲ Αἰολεῖϲ Ποτιδὰν καὶ Ποϲείδαν λέγουϲι βαρυτόνωϲ· εἰκότωϲ οὖν ὡϲ διήλλαξε κατὰ τοῦτο πρὸϲ τὰ ἄλλα περιϲπώμενα, διήλλαξε καὶ περὶ τὴν κλίϲιν. ἔτι τὰ εἰϲ ων περιϲπώμενα οὐδέποτε ἀποκοπὴν ἀναδέχεται κατὰ τὴν αἰτιατικὴν οἰον Ξενοφῶντα, Ἀγλαοφῶντα· τὸ δὲ Ποϲειδῶν ἀποκοπὴν ἀναδέχεται κατὰ τὴν αἰτιατικὴν καὶ γίνεται Ποϲειδῶ νὴ τὸν Ποϲειδῶ τουτονὶ τὸν ἵππιον (Aristoph. Nub. 83), ὥϲπερ τὸν Ἀπόλλωνα τὸν Ἀπόλλω· εἰκότωϲ οὖν ὡϲ διαλλάξαν κατὰ τοῦτο πρὸϲ τὰ ἄλλα περιϲπώμενα, διήλλαξε καὶ κατὰ τὴν κλίϲιν.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
