Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.197
Not analysed yet
Choer. 299, 26. τὸ δὲ τυφῶν καὶ ταῶν, ἐπειδὴ διϲύλλαβά ἐϲτι, τῶν ἄλλων ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντων οἷον Ξενοφῶν Ἀγλαοφῶν Ποϲειδῶν, εἰκότωϲ ὡϲ διαλλάξαντα κατὰ τὴν ποϲότητα τῶν ϲυλλαβῶν πρὸϲ τὰ ἄλλα περιϲπώμενα, διήλλαξε καὶ κατὰ τὴν κλίϲιν. καὶ ὅτι τὸ τυφῶν καὶ ταῶν ἁπλᾶ ἐϲτι, τῶν ἄλλων περιϲπωμένων μὴ ὄντων ἁπλῶν, ἀλλ’ ἢ ϲυνθέτων, ὡϲ τὸ Δημοφῶν, Sενοφῶν, Ἀγλαοφῶν, Κτηϲιφῶν, Ἰπποκῶν, Δεξικρῶν ἢ παραϲύνθετον, ὥϲπερ τὸ Ποϲειδῶν, καὶ ἐπειδὴ τὸ τυφῶν καὶ ταῶν καὶ εἰϲ ωϲ λήγει (λέγεται γὰρ καὶ τυφῶϲ καὶ ταῶϲ), τούτου χάριν οὐκ ἠκολούθηϲε τῇ κλίϲει τῶν περιϲπωμένων καὶ ἐκλίθη διὰ τοῦ ντ.