# Περὶ κλίσεως ὀνομάτων 2.2

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.2

Τὰ εἰϲ αϲ καθαρὸν ὀνόματα διϲύλλαβα βαρύτονα μακροκατάληκτα μὴ ἀπὸ Δωρίδοϲ διαλέκτου μηδὲ κατὰ ποιητικὴν ἄδειαν ὄντα διὰ τοῦ ντ κλίνεται οἷον Αἴαϲ Αἴαντοϲ, Θόαϲ Θόαντοϲ, Βίαϲ Βίαντοϲ, Δρύαϲ Δρύαντοϲ (ἔϲτι δὲ ταῦτα ὀνόματα κύρια), Ὕαc Ὕαντοϲ (Ὕαντεϲ δὲ λέγονται οἱ κατοικοῦντεϲ τὴν Βοιωτίαν), Εὔαϲ Εὔαντοϲ (τὸ δὲ Εὔαϲ ἐπίθετον τοῦ Διονύϲου ἐϲτίν). πρόϲκειται « μὴ ἀπὸ Δωρίδοϲ διαλέκτου» διὰ τὸ Λάαϲ τὸ κύριον καὶ τὸ Κλεύαϲ καὶ τὸ Κέαϲ. καὶ τὸ μὲν Λάαϲ τὸ κύριον Δωρικὴν κρᾶϲιν πέπονθεν. ἡ γὰρ Λάαοϲ γενικὴ τριϲύλλαβοϲ μετάγεται εἰϲ εὐθεῖαν καὶ γίνεται ὁ Λάαοϲ ὥϲπερ ὁ Καππάδοξ τοῦ Καππάδοκοϲ καὶ ὁ Καππάδοκοϲ καὶ κατὰ κρᾶϲιν Δωρικὴν τοῦ α καὶ ο εἰϲ α μακρὸν γίνεται Λάαϲ ὥϲπερ Πτερέλαοϲ Πτερέλαϲ καὶ Μενέλαοϲ Μενέλαϲ ὡϲ παρ’ Εὐριπίδῃ ἐν Ἀνδρομόχῃ τοῦ ϲτρατηλάτα Μενέλα. οὕτωϲ ὁ Λάαϲ τοῦ Λάα «Λάα περὶ λίθων γλυφῆϲ » (οὗτοϲ δὲ λιθογλύφοϲ ἦν). τὸ δὲ προϲηγορικὸν λᾶαϲ ϲυνεϲταλμένον ἔχον τὸ α οἷον « λᾶαϲ ἀναιδήϲ » κλίνεται διὰ καθαροῦ τοῦ οϲ οἷον λᾶαϲ λάαοϲ, ὃ κατὰ κρᾶϲιν τῶν δύο αα εἰϲ ἓν μακρὸν γίνεται λᾶοϲ «λᾶοϲ ὑπὸ ῥιπῆϲ» ( Μ 462). τὸ δὲ Κλεύαϲ καὶ Κέαϲ Δωρικὴν τροπὴν πέπονθεν ἀπὸ τοῦ Κλεύηϲ καὶ Κέηϲ καὶ ἐφύλαξε τὴν ἰϲοϲύλλαβον κλίϲιν. πρόϲκειται «μὴ κατὰ ποιητικὴν ἄδειαν ὄντα», ἐπειδὴ παρὰ τοῖϲ ποιηταῖϲ εὑρίϲκομεν τοιαῦτα, πάντα ἔχοντα τοῦ κανόνοϲ καὶ ἰϲοϲυλλάβωϲ κλιθέντα οἶον ὁ Βίαϲ τοῦ Βία, ὁ Δρύαϲ τοῦ Δρύα, ὁ Θόαϲ τοῦ Θόα ὡϲ παρ’ Ἡϲιόδῳ «ἡ δὲ θόαν τέκεν υἱόν », ὁ Αἴαϲ τοῦ Αἴα ὡϲ παρὰ Ἀλκαίῳ «Αἴαν τὸν ἄριϲτον.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
