Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.206
Not analysed yet
Choer. 285, 3: τὰ εἰϲ ων πατρωνυμικὰ ἅπαντα φυλάττει τὸ ω ἐπὶ τῆϲ γενικῆϲ οἷον Ἀτρείων Ἀτρείωνοϲ, Πηλείων Πηλείωνοϲ, Πριαμίων ἶριαμίωνοϲ, ὅθεν τὸ Κρονίων ἀναλογώτερόν ἐϲτι κλινόμενον διὰ τοῦ ω Κρονίωνοϲ οἷον «κὅϲ ῥα παρὰ Κρονίωνι καθέζετο» (Α 405) τὸ δὲ «Ζηνὸϲ δ’ οὐκ ἄν ἔγωγε Κρονίονοϲ ἄϲϲον ἱκοίμην» (Ξ 247) ὑπερβιβαϲμὸν ἐδέξατο τοῦ χρόνου, καὶ τὸ μὲν ῑ ἐξετάθη, τὸ δὲ ο ϲυνεϲτάλη.