# Περὶ κλίσεως ὀνομάτων 2.208

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.208

Choer. 286, 8: τὰ εἰϲ ων παρώνυμα βαρύτονα φυλάττει τὸ ω ἐπὶ γενικῆϲ οἷον θεόϲ Θέων Θέωνοϲ, τρυφή Τῥυφῶν Τρύφωνοϲ (εἰ γὰρ παρὰ τὸ τρυφῶ ῥῆμα ἦν, εἰχε τρέπειν τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ, ὥϲπερ ἐλεῶ ἐλεήμων ἐλεήμονοϲ, φιλῶ Φιλήμων Φιλήμονοϲ, νοῶ νοήμων νοήμονοϲ), ἱερόϲ Ἱέρων Ἡέρωνοϲ,ἁβρόϲ Ἄβρων Ἄβρωνοϲ. πλατύϲ Πλάτων Πλάτωνοϲ, κλέοϲ Κλέων Κλέωνοϲ, κῦδοϲ Κύδων Κύδωνοϲ, ζεύϲ Διόϲ Δίων Δίωνοϲ, Αἰγαῖοϲ ΑἰγαίωνΑἰγαίωνοϲ, Καδμεῖοϲ Καδμείων Καδμείωνοϲ, Ἀργεῖοϲ Ἀργείων Ἀργείωνοϲ, Βακχεῖοϲ Βακχείων Βακχείωνοϲ, φίλοϲ Φίλων Φίλωνοϲ, ἀγαθόϲ Ἀγάθων Ἀγάθωνοϲ, νίκη Νίκων Νίκωνοϲ. χωρὶϲ εἰ μὴ ἦ ἀπὸ τῶν εἰϲ οϲ ϲυνθέτων, ταῦτα γὰρ διὰ τοῦ ο κλίνεται οἰον ἇἷμα ἄναιμοϲ ἀναίμων ἀναίμονοϲ, τοὔνεκ’ ἀναίμονέϲ εἰϲι καὶ ἀθάνατοι καλέονται (ε 342), κῦμα ἔγκυμοϲ ἐγκύμων ἐγκύμονοϲ, πυγή κατάπυγοϲ καταπύγων καταπύγονοϲ (ὁ κίναιδοϲ), χεῖμα ἄχειμοϲ ἀχείμων ἀχείμονοϲ. διὰ τοῦτο τὸ Ἀκταίων ἀναλογώτερόν ἐϲτι φυλάττον τὸ ῦ ἐν τῇ γενικῇ οἷον ὁρᾶϲ τὸν Ἀκταίωνοϲ ἄθλιον μόρον (Eurip. Βacch. 337). τοῦτο γὰρ παρώνυμόν ἐϲτι καὶ οὐκ ἔϲτιν ἀπὸ τῶν εἰϲ οϲ ϲυνθέτων, ἀπὸ γὰρ τοῦ ἀκτή γέγονεν ἀκταῖοϲ καὶ Ἀκταίων. ὅταν οὖν γένηται διὰ τοῦ ο οἷον Ἀκταίονόϲ τε μητέρ’ , Αὐτονόην λέγω (Eurip. Βacch. 230), γνῶθι ὅτι ϲυνεϲτάλη τὸ ῶ διὰ τὸ μέτρον. τὸ Ἰάϲων οὐκ ἀντίκειται ἡμῖν, οὐδὲ γάρ ἐϲτι παρώνυμον παρὰ τὸ ἴαϲιϲ, ἀλλὰ ῥηματικὸν παρὰ τὸ ἰάϲομαι μέϲου μέλλοντοϲ (sic).

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
