# Περὶ κλίσεως ὀνομάτων 2.209

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.209

Choer. 286, 30. τὰ εἰϲ ων κοινὰ τῷ γένει τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἷον ὁ ϲώφρων κεὶ ἡ ϲώφρων τοῦ ϲώφρονοϲ καὶ τῆϲ ϲώφρονοϲ, ὁ τέκτων καὶ ἡ τέκτων τοῦ τέκτονοϲ καὶ τῆϲ τέκτονοϲ, ὁ γείτωνκαὶ ηγείτων τοῦγείτονοϲ καὶτῆϲ γείτονοϲ, ὁ τλήμων καὶ ἡ τλήμων τοῦ τλήμονοϲ καὶ τῆϲ τλήμονοϲ, ὁ ἴδμων καὶ ἡ ἴδμων τοῦ ἴδμονοϲ καὶ τῆϲ ἶδμονοϲ, ὁ ἄφρων καὶ ἡ ἄφρων τοῦ ἄφρονοϲ καὶ τῆϲ ἄφρονοϲ. χωρὶϲ εἰ μὴ ᾖ ϲύνθετα ἀπὸ τῶν εἰϲ ων φυλαττόντων τὸ ω ἐν τῇ γενικῇ, ἔϲτι γὰρ αἰών αἰῶνοϲ, καὶ γίνεται εὐαίων εὐαίωνοϲ ἐκ τούτου ϲύνθετον, καὶ ἔϲτι κοινὸν τῷ γένει, ὁ εὐαίων γὰρ καὶ ἡ εὐαίων, καὶ ὅμωϲ φυλάττει τὸ ω ἐν τῇ γενικῇ· καὶ πάλιν ἔϲτι χιτών χιτῶνοϲ, καὶ γίνεται ἀπὸ τούτου ϲύνθετον ἀχίτων ἀχίτωνοϲ, χαλκοχίτων χαλκοχίτωνοϲ, καὶ ἰδού ἐϲτι ταῦτα κοινὰ τῷ γένει· ὁ ἀχίτων γὰρ καὶ ἡ ἀχίτων, καὶ ὁμοίωϲ ὁ χαλκοχίτων καὶ ἡ χαλκοχίτων, καὶ ὅμωϲ φυλάττει τὸ ω ἐν τῇ γενικῇ· καὶ πάλιν ἔϲτι Πλάτων Πλάτωνοϲ, καὶ ἐκ τούτου γίνεται ϲύνθετον φιλοπλάτων φιλοπλάτωνοϲ, καὶ ἔϲτι κοινὸν τῷ γένει, ὁ φιλοπλάτων γὰρ καὶ ἡ φιλοπλάτων, καὶ ὅμωϲ φυλάττει τὸ ῶ ἐν τῇ γενικῇ. δεῖ προϲθεῖναι καὶ χωρὶϲ τοῦ αἴθων αἴθωνοϲ καὶ εἴρων είρωνοϲ, ταῦτα γὰρ κοινά ἐϲτι τῷ γένει ὁ αἴθων καὶ ἡ αἴθων , ὁ εἴρων καὶ η εἴρων, καὶ ὅμωϲ φυλάττει τὸ ἐν τῇ γενικῇ διὰ τὸν χαρακτῆρα τῶν εἰϲ θῶν καὶ εἰϲ βων διϲυλλάβων βαρυτόνων.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
