Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.213
Not analysed yet
Choer. 74, 4. τὰ εἰϲ ων διϲύλλαβα ἔχοντα δύο ϲύμφωνα κατὰ ϲύλληψιν μὴ ὄντα παρώνυμα τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἷον τέκτων τέκτονοϲ διὰ τὰ δύο ϲύμφωνα, δμων ἴδμονοϲ (ὁ ἔμπειροϲ), φράδμων φράδμονοϲ (ὁ ϲυνετόϲ), πρόφρων πρόφρονοϲ (ὁ πρόθυμοϲ), ἄφρων ἄφρονοϲ, ἄκμων ἄκμονοϲ, Μέμνων λέμνονοϲ. πρόϲκειται «μὴ ὄντα παρώνυμα »διὰ τὸ Ἅβρων Ἅβρωνοϲ, ἔϲτι δὲ ὄνομα κύριον, τοῦτο γὰρ φυλάττει τὸ ω, ἀλλὰ παρώνυμόν ἐϲτι παρὰ τὸ ἁβρόϲ καὶ Μέρμνων ὄνομα παρὰ Θεοκρίτῳ (3, 35), παρὰ γὰρ τὸ μέρμνηϲ.