# Περὶ κλίσεως ὀνομάτων 2.252

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.252

μακρὸν ἔχουϲιν αὐτό, τὸ δὲ φύϲει μακρὸν μεῖζόν ἐϲτι τοῦ θέϲει μακροῦ. διὰ τοῦτο δὲ ἡ δοτικὴ τῶν πληθυντικῶν θέϲει μακρὸν ἔχει τὸ δίχρονον οἷον Φοίνιξι καὶ κήρυξιν, ἐπειδὴ τὸ ι καὶ υ οὐδέποτε εὐρίϲκεται πρὸ τοῦ ξ φύϲει μακρὰ οἷον πέρδιξ, τέττιξ, Βέβρυξ, ὄνυξ, «χωρὶϲ εἰ μὴ λόγῳ ἀρχούϲηϲ παρῳχημένων » διὰ τὸ ἰξεύω ἴξευον. τὸ μὲν γὰρ ἰξεύω θέϲει μακρὸν ἔχει τὸ ι, τὸ δὲ ἴξευον φύϲει μακρόν, τῷ λόγῳ τῆϲ ἀρχούϲηϲ τῶν παρῳχημένων. οἱ γὰρ παρῳχημένοι ἢ χρονικῶϲ ἢ ϲυλλαβικῶϲ θέλουϲι μεγεθύνεϲθαι· ϲυλλαβικῶϲ μὲν οἷον τύπτω ἔτυπτον, γράφω ἔγραφον , λέγω ἔλεγον· χρονικῶϲ δὲ οἷον ἄγω ἦγον, ἄρχομαι ἠρχόμην, ἅπτω ἧπτον. ἐν οἷϲ οὖν τὸ ἰξεύω ἴξευον οὐκ ἠδύνατο μεγεθυνθῆναι ϲυλλαβικῶϲ, οὐδὲ γὰρ ἄρχεται ὁ ἐνεϲτὼϲ ἀπὸ ϲυμφώνου, ἐξ ἀνάγκηϲ χρονικῶϲ ἐμεγεθύνθη, καὶ τούτου χάριν φύϲει μακρὸν ἔχει τὸ ὸ. πρόϲκειται «χωρὶϲ τῆϲ χερϲὶ δοτικῆϲ τῶν πληθυντικῶν », ἐνταῦθα γὰρ ἐλάττων ἐϲτὶν ἡ παραλήγουϲα τῆϲ δοτικῆϲ τῶν πληθυντικῶν τῆϲ παραληγούϲηϲ τῶν ἄλλων πτώϲεων. ἡ μὲν γὰρ παραλήγουϲα τῆϲ δοτικῆϲ θέϲει μακρά ἐϲτιν, ἡ δὲ παραλήγουϲα τῶν ἄλλων πτώϲεων φύϲει μακρά ἐϲτιν οἷον χεῖρεϲ χειρῶν χεῖραϲ χεῖρεϲ· τὸ δὲ φύϲει μακρὸν μεῖζόν ἐϲτι τοῦ θέϲει μακροῦ. τὸ δὲ χερϲί μόνωϲ λέγομεν τὴν δοτικὴν τῶν πληθυντικῶν καὶ οὐχὶ χειρϲί διὰ τῆϲ ει διφθόγγου, ἐπειδὴ οὐδέποτε μετὰ τοῦ χ εὑρίϲκεται δίφθογγοϲ καταλήγουϲα εἰϲ ρ ϲυμφώνου ἐπιφερομένου οἷον χάρμα, «αὑλῆϲ ἐν χόρτῳ» ( 774), χέρνιβα δ’ ἀμφίπολοϲ» (α 136). καὶ πῶϲ ἀναλυομένου (an ἀναπολουμένου̣) τούτου τοῦ λόγου καὶ ἐπὶ τοῦ φ — καὶ γὰρ οὐδὲ μετὰ τοῦ φ εὑρίϲκεται δίφθογγοϲ καταλήγουϲα εἰϲ ρ ϲυμφώνου ἐπιφερομένου — ἡ φθειρϲί δοτικὴ ϲυνέϲτη παρὰ Ἀρχιλόχῳ φθειρὶ μοχθίζοντα», λέγομεν οὖν ὅτι ἡ χείρ ἐπὶ τῆϲ γενικῆϲ καὶ χειρόϲ καὶ χερόϲ κατὰ ἀποβολὴν τοῦ ι, ἡ δὲ φθειρόϲ οὐ διὰ τοῦ ε, διὰ τοῦτο οὐδὲ φθερϲί.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
