# Περὶ κλίσεως ὀνομάτων 2.256

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.256

Choer. 302, 26. ἄξιον δέ ἐϲτι ζητῆϲαι, τί δήποτε τὰ εἰϲ ξ λήγοντα διὰ τοῦ γ ἢ διὰ τοῦ κ ἢ διὰ τοῦ χ κλίνεται οἷον τέττιξ τέττιγοϲ, πέρδιξ πέρδικοϲ, ὄνυξ ὄνυχοϲ· καὶ τὰ εἰϲ ψ λήγοντα διὰ τοῦ β ἢ π ἢ φ κλίνεται οἷον Ἄραψ Ἄραβοϲ, Πέλοψ Πέλοποϲ, Κῖνυψ Κίνυφοϲ. ἐν ταυτῷ δὲ ζητοῦμεν, διατί τὰ εἰϲ ϲ λήγοντα καὶ περιττοϲυλλάβωϲ κλινόμενα διὰ τοῦ δ ἢ διὰ τοῦ θ ἢ διὰ τοῦ τ ἢ διὰ καθαροῦ οϲ κλίνεται οἷον Πάριϲ Πάριδοϲ, ὄρνιϲ ὄρνιθοϲ, Λάχηϲ Λάχητοϲ, βότρυϲ βότρυοϲ. ἔϲτιν οὖν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι ἀναλογεῖ ὁ μέλλων τῇ εὐθείᾳ, ὁ δὲ ἐνεϲτὼϲ τῇ γενικῇ. ἐπειδὴ οὖν ὅταν ὁ ἐνεϲτὼϲ διὰ τοῦ β π ἢ φ ἐκφέρηται, τότε ὁ μέλλων διὰ τοῦ ψ εἰϲφέρεται οἷον λείβω λείψω, τέρπω τέρψω, γράφω γράψω, τούτου χάριν καὶ ὅταν ἡ εὐθεῖα διὰ τοῦ ψ ἐκφέρηται, τότε ἡ γενικὴ διὰ τοῦ β ἢ π ἢ φ εἰϲφέρεται οἷον Ἄραψ Ἄραβοϲ, Κύκλωψ Κύκλωποϲ, Κῖνυψ Κίνυφοϲ· καὶ ἐπειδὴ πάλιν ὅταν ὁ ἐνεϲτὼϲ διὰ τοῦ γ ἢ κ ἢ χ ἐκφέρηται, τότε ὁ μέλλων διὰ τοῦ ξ εἰϲφέρεται οἷον λέγω λέξω, πλέκω πλέξω, τρέχω θρέξω, τούτο χάριν καὶ ὅταν ἡ εὐθεῖα διὰ τοῦ ξ ἐκφέρηται, τότε ἡ γενικὴ διὰ τοῦ γ ἢ χ ἢ κ εἰϲφέρεται οἷον τέττιξ τέττιγοϲ, πέρδιξ πέρδικοϲ, ὄνυξ ὄνυχοϲ. καὶ ἐπειδὴ πάλιν ὅταν ὁ ἐνεϲτὼϲ διὰ τοῦ υ ἤ δ τ ἢ διὰ καθαροῦ τοῦ ω ἐκφέρηται, τότε ὁ μέλλων διὰ τοῦ ϲ εἰϲφέρεται οἶον ᾄδω ᾄϲω, πείθω πείϲω, ἀνύτω ἀνύϲω, ἀκούω ἀκούϲω, τούτου χάριν καὶ ὅταν ἡ εὐθεῖα διὰ τοῦ ϲ ἐκφέρηται καὶ περιττοϲυλλάβωϲ κλίνηται, τότε ἡ γενικὴ διὰ τοῦ δ ἤ θ ἤ ἢ διὰ καθαροῦ τοῦ οϲ εἰϲφέρεται οἷον Πάριϲ Πάριδοϲ, ὄρνιϲ ὄρνιθοϲ, Λάχηϲ Λάχητοϲ, βότρυϲ βότρυοϲ.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
