Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.257
Not analysed yet
Τὰ εἰϲ ξ μονοϲύλλαβα μετὰ διφθόγγου διὰ τοῦ κ κλίνεται, προίξ προικόϲ, γλαῦξ γλαυκόϲ, Ταῦξ Ταυκόϲ. ὑγιῶϲ ἄρα τὸ Γραίξ Γραικόϲ, Ῥαίξ Ῥαικόϲ, Θρᾷξ Θρᾳκόϲ· οὐχ ὑγιῶϲ δὲ τὸ αἴξ αἰγόϲ, ἀλλ’ ἐπειδὴ μόνον ἀπὸ φωνήεντοϲ ἤρξατο, παραλλάξαν κατὰ τὴν ἄρχουϲαν ἤλλαξε καὶ κατὰ τὴν κλίϲιν.