# Περὶ κλίσεως ὀνομάτων 2.268

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.268

Τὰ εἰϲ υξ διϲύλλαβα ἔχοντα πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ α καταλήγουϲαν μὴ ὄντα κατὰ ἀφαίρεϲιν δηλονότι τοῦ α, μὴ λεγόμενα ἀρϲενικῶϲ καὶ θηλυκῶϲ καὶ μὴ πεφυκότα ἔχειν πρὸ τοῦ ξ τὸ γ διὰ τοῦ κ κλίνεται· τὰ γὰρ ἀντιδιαϲτελλόμενα διὰ τοῦ γ κλίνεται. ἔϲτω δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα Ἄδρυξ Ἄδρυκοϲ (πόλιϲ Ϲυρακουϲίων, ἀρϲενικῶϲ λεγομένη, « ἔφυγον εἰϲ τὸν Ἄδρυκα» Φίλιπποϲ ὁ ἱϲτορικόϲ φηϲιν), ἄμβυξ ἄμβυκοϲ, Γάνυξ Γάνυκοϲ (ὁ γανύκτωρ παρὰ τῷ Ἐρατοϲθένει), θρᾶνυξ θράνυκοϲ (ὁ θρόνοϲ παρὰ Κορίννῃ), κάλυξ κάλυκοϲ (θηλυκῶϲ δὲ λέγεται καὶ ϲημαίνει τὸ καλούμενον ῥόδον), Ϲάμβυξ Ϲάμβυκοϲ κύριον. τῶν δὲ ἀντιδιαϲτελλομένων, ἤγουν διὰ τοῦ γ κλιθέντα, παραδείγματα ταῦτα· ψάλυξ ψάλυγοϲ (τινὲϲ δὲ τὰϲ ψυχάϲ ἐδέξαντο ϲημαίνειν τὴν λέξιν, Δίδυμοϲ δέ φηϲιν τοὺϲ ἀϲθενεῖϲ ϲπινθῆραϲ δηλοῦν τὴν λέξιν) ἔϲτι δὲ ἀπὸ τοῦ φεψάλυξ καὶ κατὰ ἀφαίρεϲιν δηλονότι τῆϲ πρώτηϲ ϲυλλαβῆϲ, ἐφυλάξατο δὲ αὐτὸ ὁ κανών. πρόϲκειται «ἔχοντα τὴν πρὸ τέλουϲ εἰϲ τὸ α καταλήγουϲαν» διὰ τὸ ἄντυξ τοῦτο γὰρ οὐκ ἔχει τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ α καταλήγουϲαν ἀλλ’ εἰϲ ν (ἄντυξ δέ ἐϲτιν ἡ περιφέρεια τοῦ ἅρματοϲ), τὸ δὲ ἄμπυξ ἄμπυκοϲ διὰ τοῦ κ κλιθὲν καὶ μὴ ἔχον τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ τὸ ᾱ καταλήγουϲαν τοῖϲ προλεχθεῖϲι κανόϲιν ὑποβάλλεται. πρόϲκειται «μὴ λεγόμενα ἀρϲενικῶϲ καὶ θηλυκῶϲ» διὰ τὸ φάρυξ φάρυγοϲ διὰ τοῦ γ κλιθέν· τοῦτο γὰρ ἀρϲενικῶϲ μὲν παρὰ Δωριεῦϲι, θηλυκῶϲ δὲ παρὰ Ἀθηναίοιϲ λέγεται. πρόϲκειται «μὴ ἔχοντα πρὸ τοῦ ξ τὸ γ», ἐπειδὴ ταῦτα διό, τοῦ γ κλίνεται καθόλου οἷον λάρυγξ λάρυγγοϲ, ἀμάρυγξ ἀμάρυγγοϲ (ἐπὶ ἀκτῖνοϲ καὶ λαμπηδόνοϲ καὶ ὄφεωϲ), πῶϋγξ πώϋγγοϲ, ϲτόρθυγξ ϲτόρθυγγοϲ (ϲημαίνει δὲ πᾶν εἰϲ ὀξὺ λῆγον).

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
