# Περὶ κλίσεως ὀνομάτων 2.273

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.273

Τὰ παρὰ τὸ ὄνυξ καὶ παρὰ τὸ νύξ καὶ τὰ παρὰ τὸ ὀρύϲϲω διὰ τοῦ χ κλίνεται οἷον διῶνυξ διώνυχοϲ, μονῶνυξ μονώνυχοϲ, ἀκρόνυξ ἀκρόνυχοϲ (τὸ ἄκρον τῆϲ νυκτόϲ), εἰνάνυξ εἰνάνυχοϲ (ὁ ἐννέα νυκτῶν), ἔννυξ ἔννυχοϲ, μεϲόνυξ μεϲόνυχοϲ (εἷϲ τῶν πλανήτων), διῶρυξ διώρυχοϲ. τὸ δὲ νύξ διὰ τοῦ χ ἐκλίθη νυχόϲ καὶ κατὰ τροπὴν τοῦ δαϲέοϲ χ εἰϲ τὸ ἀντίϲτοιχον ψιλὸν κ καὶ κατὰ πλεοναϲμὸν τοῦ τ γέγονε νυκτόϲ· ἀπὸ οὖν τοῦ νύξ νυχόϲ γέγονε εἰνάνυξ εἰνάνυχοϲ. τὸ δὲ νύξ διὰ τοῦ χ ἐκλίθη, ἐπειδὴ ἀπὸ τοῦ νύϲϲω νύξω νύξ γέγονεν οἱονεὶ ἡ νύϲϲουϲα ἡμᾶϲ πρὸϲ ὕπνον καὶ λοιπὸν ἐφύλαξε κατὰ τὴν κλίϲιν τὸ ϲύμφωνον τοῦ νένυχα παρακειμένου λέγω δὲ τὸ χ. καὶ τὸ ὄνυξ δὲ ὄνυχοϲ ἔννοιαν ἔχει ϲυνθέϲεωϲ· παρὰ γὰρ τὸ νύϲϲω νύξω γίνεται ἄνυξ τοῦ ᾱ ἐπιτατικοῦ μορίου προϲελθόντοϲ οἱονεὶ ᾧτινι πάνυ νύϲϲεταί τιϲ, καὶ λοιπὸν τροπῇ τοῦ ᾱ εἰϲ τὸ ο ὄνυξ. τοῦτο δὲ ἠκολούθηϲε κατὰ τὴν κλίϲιν κατὰ τὸ ϲτόνυξ ϲτόνυχοϲ.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
