Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.282
Not analysed yet
Choer. 346, 20: τὰ εἰϲ ηρ λήγοντα θηλυκὰ ὑπὲρ μίαν ϲυλλαβὴν τρέπει τὸ η εἰϲ τὸ ἐν τῇ γενικῇ οἷον εἰνάτηρ εἰνάτεροϲ «καὶ εἰνατέρων ἐϋπέπλων» (Ζ 378) (ϲημαίνει δὲ τὴν ϲύννυμφον), Δημήτηρ Δημήτεροϲ, καὶ κατὰ ϲυγκοπὴν γίνεται Δήμητροϲ, θυγάτηρ θυγατέροϲ, καὶ μήτηρ μητέροϲ, ὅπερ κατὰ ϲυγκοπὴν θυγατρόϲ καὶ μητρόϲ. τὸ δὲ ῥαιϲτήρ, ϲωτήρ, ἀήρ καὶ ὅϲα τοιαῦτα ἀρϲενικὰ ὄντα πολλάκιϲ οἱ ποίηταὶ μεταφέρουϲιν εἰϲ θηλυκὸν γένοϲ οἷον τὸν ῥαιϲτῆρα, τὴν ῥαιϲτῆρα οἷον ῥαιϲτῆρα κραταιήν» (Ϲ 477) (ἀντὶ τοῦ ϲφῦραν, καὶ ἔϲτι παρὰ τὸ ῥαίω τὸ φθείρω), τὸν ἀέρα τὴν ἀέρα, τὸν ϲωτῆρα τὴν ϲωτῆρα, οὐκ ἀντίκειται ἡμῖν οὔτε κατὰ τόνον, οὔτε κατὰ κλίϲιν, ἐπειδὴ κατὰ ποιητικὴν ἐξουϲίαν ἀπὸ ἀρϲενικοῦ γένουϲ μετηνέχθη εἰϲ θηλυκὸν γένοϲ, καὶ λοιπὸν τὴν κλίϲιν καὶ τὸν τόνον τοῦ ἀρϲενικοῦ γένουϲ ἐφύλαξεν.