# Περὶ κλίσεως ὀνομάτων 2.283

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.283

Τὰ εἰϲ υρ ὀνόματα προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν οἷον ψίθυρ ψίθυροϲ, μάρτυρ μάρτυροϲ. τοῦτο δὲ τὸ μάρτυρ γίνεται ἐκ τοῦ μάρτυϲ κατὰ τὴν Αἰολέων διάλεκτον. ἐκεῖνοι γὰρ τὸ ϲ εἰϲ ρ μεταβάλλουϲι τὸ οὗτοϲ οὗτορ λέγοντεϲ καὶ τὸ ἵπποϲ ἵππορ. οὕτωϲ οὖν καὶ μάρτυϲ μάρτυρ, ἀφ᾿ ἧϲ ἐκπίπτει τὸ πληθυντικὸν οἱ μάρτυρεϲ παρά τε τοῖϲ κωμικοῖϲ καὶ Ἱππώνακτι· οἱ δέ γε μάρτυροι ἀπὸ τῆϲ ὁ μάρτυροϲ εὐθείαϲ οἷον Ζεὺϲ δ᾿ ἄμμ᾿ ἐπιμάρτυροϲ ἔϲτω» (Η 76). τὸ δὲ Ἴλλυρεϲ καὶ Κέρκυρεϲ καὶ Ἄϲϲυρεϲ παῤ Ἐρατοϲθένει οὐ κλίϲεωϲ ἔϲτι, ἀπὸ εὐθείαϲ τῆϲ Ἴλλυρ, Κέρκυρ, Ἄϲϲυρ, ἀλλὰ κατὰ τὴν αὐτὴν πτῶϲιν μεταπέπλαϲται ἐκ τοῦ Ἰλλυρίοι καὶ Κερκυραῖοι καὶ Ἀϲϲύριοι ὡϲ οἱ θεράποντεϲ εὕρηνται θέραπεϲ λεγόμενοι καὶ οἱ πολύποδεϲ πώλυπεϲ.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
