# Περὶ κλίσεως ὀνομάτων 2.284

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.284

Choer. 345, 30: τὰ εἰϲ ειρ λήγοντα μονοϲύλλαβα τρία μόνα ἐϲτίν, ἓν μὲν θηλυκὸν τὸ χείρ, δύο δὲ ἀρϲενικά. τὸ Εἴρ (ἔϲτι δὲ ὄνομα ποταμοῦ) καὶ τὸ φθείρ. τὸ γὰρ Φθίρ τὸ κύριον ὄνομα, λέγω δὴ τὸ ἐπὶ τοῦ υἱοῦ τοῦ Ἐνδυμίωνοϲ, διὰ τοῦ ῑ γράφεται. ὑπὲρ μίαν ϲυλλαβὴν εὑρίϲκομεν τὸ ἀντίχειρ καὶ Βέχειρ (ἔϲτι δὲ ἔθνοϲ), καὶ τὸ Ϲάπειρ, ὁμοίωϲ ἔθνοϲ. ταῦτα δὲ πάντα προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν οἷον ἀντίχειρ ἀντίχειροϲ μετὰ δ’ αὖ — φῦλα Βεχείρων ἐξείηϲ δὲ Ϲάπειρεϲ (Apoll. Rh. 2, 394), φθείρ φθειρόϲ· τοῦτο δὲ ἀρϲενικῶϲ λέγεται, οὐδὲ γὰρ ὡϲ λέγουϲι τινὲϲ τὰϲ φθεῖραϲ θηλυκῶϲ ἐν τῇ ϲυνηθείᾳ, τὸ χείρ διχῶϲ εὑρέθη κλινόμενον οἷον χειρόϲ διὰ τῆϲ εῑ διφθόγγου καὶ χερόϲ χωρὶϲ τοῦ ῑ· καὶ πολλή ἐϲτιν ἡ χρῆϲιϲ τῆϲ χερόϲ γενικῆϲ τῆϲ χωρὶϲ τοῦ ῑ, οὐ μόνον παρὰ ποιηταῖϲ, ἀλλὰ καὶ παρὰ τραγικοῖϲ καὶ παρὰ ἰαμβουράφοιϲ, μὴ οὖϲι μήτε κωμικοῖϲ μήτε τραγικοῖϲ. ἡ δὲ δοτικὴ τῶν πληθυντικῶν χερϲί μόνωϲ χωρὶϲ τοῦ ῑ λέγεται, καὶ οὐδέποτε διὰ τῆϲ εῑ διφθόγγου. ἡ δὲ γενικὴ καὶ δοτικὴ τῶν δυικῶν τοῖν χεροῖν λέγεται ὡϲ ἐπὶ τὸ πλεῖϲτον χωρὶϲ τοῦ ῑ, ϲπανίωϲ δὲ διὰ τῆϲ εῑ διφθόγγου χειροῖν. ποτὲ δὲ καὶ τὸ χείρ κλίνεται μετατεθείϲηϲ τῆϲ εῑ διφθόγγου εἰϲ η, ᾧ μαρτυρεῖ Ἀλκμὰν ἐν τῷ «ἐπ᾿ ἀριϲτερὰ χηρὸϲ ἔχων».

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
