# Περὶ κλίσεως ὀνομάτων 2.286

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.286

Choer. 87, 4: τὰ εἰϲ ωρ λήγοντα ὑπὲρ μίαν ϲυλλαβὴν εἰ μὲν ὀξύνεται, τὸ φυλάττει ἐπὶ τῆϲ γενικῆϲ οἷον ἰχώρ ἰχῶροϲ (τὸ ϲεϲηπὸϲ αἷμα) τὰ δὲ βαρύτονα εἰ μὲν ἔχει τὸ λ, φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἷον κέλωρ κέλωροϲ (ϲημαίνει δὲ τὸν υἱὸν παρὰ τὸ κελεύεϲθαι), πέλωρ πέλωροϲ (ὁ μέγαϲ, ἐξ οὖ καὶ τὸ πελώριοϲ ὁ μέγαϲ ὁμοίωϲ)· εἰ δὲ μὴ ἔχει τὸ λ, τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἷον Νέϲτωρ Νέϲτοροϲ, Ἕκτωρ Ἕκτοροϲ, οἰκήτωρ οἰκήτοροϲ, παντοκράτωρ παντοκράτοροϲ καὶ τὰ ὅμοια. Δεῖ προϲθεῖναι, χωρὶϲ εἰ μὴ κατὰ ποιητικὴν ἐξουϲίαν φυλάξῃ τὸ ω ἐν τῇ γενικῇ οἷον ὡϲ ἐπὶ τοῦ μήϲτωρ, τοῦτο γὰρ παρὰ τῷ Ὁμήρῳ ἐπὶ μὲν τοῦ κυρίου τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἷον «Μήϲτορά τ᾿ ἀντίθεον» (Ω 257). ἐπὶ δὲ τοῦ ἐπιθέτου ἀεὶ παρὰ τῷ ποιητῇ φυλάϲϲει τὸ ω ἐν τῇ γενικῇ οἶον «μήϲτωραϲ ἀὕτῆϲ (Ν 93) «μήϲτωρε φόβοιο» (Ε 272), ἀντὶ τοῦ ἐμπείρουϲ καὶ ἐπιϲτήμοναϲ. τοιαῦτα δὲ εὑρίϲκομεν καὶ ἄλλα παρὰ τοῖϲ ἀρχαίοιϲ φυλάττοντα τὸ ω ἐν τῇ γενικῇ οἷον ἠλέκτωρ ἠλέκτωροϲ, ταλάωρ ταλάωροϲ (ἠλέκτωρ μὲν γὰρ λέγεται ὁ ἥλιοϲ, ταλάωρ δὲ τόξον), προπάτωρ προπάτωροϲ, ταῦτα δὲ ποιητικά ἐϲτιν, ἐπεὶ ἡμᾶϲ διὰ τοῦ ο δεῖ γράφειν αὐτά.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
