Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.287
Not analysed yet
Choer. 318, 24: τὸ πατὴρ πατέροϲ γίνεται κατὰ ϲυγκοπὴν πατρόϲ ἐν τῇ γενικῇ, καὶ μήτηρ μητέροϲ μητρόϲ, καὶ θυγάτηρ θυγατέροϲ θυγατρόϲ· τὸ δὲ ἀνήρ ἀνέροϲ, γενόμενον κατὰ ϲυγκοπὴν ἀνρόϲ, ἐξ ἀνάγκηϲ ἐπλεόναϲε τὸ δ καὶ ἐγένετο ἀνδρόϲ οὐκ ἠδύνατο γὰρ εἶναι ἀνρόϲ χωρὶϲ τοῦ δ, ἐπειδὴ τὸ ν πρὸ τοῦ ρ οὕτε ἐν ϲυλλήψει δύναται εἶναι οὕτε ἐν διαϲτάϲει.