Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.289
Not analysed yet
Choer. 348, 15: ἄξιόν ἐϲτι ζητῆϲαι, διατί, ὥϲπερ τὸ γαϲτήρ γαϲτέροϲ ϲτέροϲ γίνεται κατὰ ϲυγκοπὴν γαϲτρόϲ, μὴ τὸν αὐτὸν τρόπον καὶ τὸ ἀϲτήρ ἀϲτέροϲ γίνεται κατὰ ϲυγκοπὴν ἀϲτρόϲ; καὶ ἐπιλύονταί τινεϲ λέγοντεϲ ὅτι ἐπειδὴ τὸ ἀϲτήρ ἀρϲενικόν ἐϲτι, τούτου χάριν οὐ πάϲχει ϲυγκοπήν. οὖτοι οὐκ ἀκριβῶϲ λέγουϲι· καὶ γὰρ καὶ ἐπὶ ἀρϲενικῶν ὁρᾶται πολλάκιϲ ἡ τοιαύτη ϲυγκοπὴ κατὰ τὴν γενικήν, ὡϲ ἐπὶ τοῦ πατήρ πατέροϲ πατρόϲ, καὶ ἀνήρ ἀνέροϲ ἀνδρόϲ τοῦ δ μετὰ τὴν ϲυγκοπὴν πλεονάϲαντοϲ. κρεῖττον οὖν ἐϲτιν ἐπιλύϲαϲθαι οὕτωϲ· αἱ ϲυγκοπτόμεναι γενικαὶ μιμεῖϲθαι θέλουϲι τὰϲ ὀξυτόνουϲ εὐθείαϲ οἷον ἡ ἀνδρόϲ γενικὴ μιμεῖται τὴν χονδρόϲ εὐθεῖαν, καὶ πάλιν ἡ μητρόϲ καὶ πατρόϲ γενικὴ μιμεῖται τὴν ἰατρόϲ εὐθεῖαν ἐπειδὴ οὖν ἡ ἀϲτέροϲ γενικὴ εἰ ϲυνεκόπτετο καὶ ἐγένετο ἀϲτρόϲ οὐκ εἶχε μιμεῖϲθαι εὐθεῖαν διὰ τοῦ ϲτροϲ ἐκφερομένην ὀξότονον, τὸ γὰρ Ἴϲτροϲ (ἔϲτι δὲ ὄνομα ποταμοῦ) βαρύνεται, τούτου χάριν ὡϲ μὴ ἔχουϲα εὐθεῖαν ἣν ὤφειλε μιμήϲαϲθαι οὐ ϲυγκόπτεται. εἰ δέ τιϲ εἴποι ὅτι τούτῳ τῷ λόγῳ τε ἡ γαϲτέροϲ γενικὴ ὤφειλε ϲυγκοπὴν ἀναδέξαϲθαι καὶ γενέϲθαι γαϲτρόϲ, οὕτε γὰρ αὕτη ἔχει εὐθεῖαν, ἣν ὤφειλε μιμήϲαϲθαι, οὐδὲ γὰρ ἔχομεν, ὡϲ εἴρηται, εὐθεῖαν διὰ τοῦ ϲτροϲ ἐκφερομένην ὀξύτονον, λέγομεν ὅτι ἐπειδὴ τὸ γαϲτήρ κατὰ τὴν εὐθεῖαν παραλόγωϲ ὀξύνθη, τούτου χάριν καὶ κατὰ τὴν γενικὴν παραλόγωϲ ἀνεδέξατο ϲυγκοπήν.