# Περὶ κλίσεως ὀνομάτων 2.291

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.291

Choer. 319, 22: ἰϲτέον ὅτι ἐὰν εὑρεθῇ ἕτερον ϲύμφωνον, ἀποβάλλεται ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν οἷον Πάριδι Πάριϲι, Πλάτωνι Πλάτωϲι, λέοντι λέουϲι· χωρὶϲ εἰ μὴ εὑρεθῇ τὸ ρ, τοῦτο γὰρ φυλάττεται ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν οἷον Ἕκτορι Ἕκτορϲι, Νέϲτορι Νέϲτορϲι, ἢ εἰϲ δύο ϲύμφωνα λήγει ἡ εὐθεῖα, τότε γὰρ φυλάττεται τὰ δύο ϲύμφωνα καὶ ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν, ἐπειδὴ ἐπὶ τούτων ἡ δοτικὴ τῶν πληθυντικῶν ἐκ τῆϲ εὐθείαϲ κανονίζεται προϲθέϲει τοῦ ῑ οἷον ἅλϲ ἁλϲί, Τῖρυνϲ Τίρυνϲιν, ἕλμινϲ ἕλμινϲι, μάκαρϲ μάκαρϲι. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν, εἰ μὲν εὑρεθῇ ἕτερον ϲύμφωνον, ἀποβάλλει αὐτὸ ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν οἷον Πάριδι Πάριϲι, Πλάτωνι Πλάτωϲιν, εἰ δὲ εὑρεθῇ τὸ ρ, φυλάττει αὐτὸ καὶ ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν οἷον Ἕκτορι Ἕκτορϲι, Νέϲτορι Νέϲτορϲι. ἔϲτιν οὖν ταύτην εἰπεῖν τὴν ἀπολογίαν, ὅτι τὸ ρ ἐνομίϲθη φωνῆεν εἶναι. ἐπειδὴ ἡνίκα εὑρεθῇ φωνῆεν ἔχουϲα ἡ δοτικὴ τῶν ἑνικῶν, φυλάττει αὐτὸ καὶ ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν οἷον ὄφεϊ ὄφεϲι, πόλεϊ πόλεϲι, μάντεϊ μάντεϲι, τούτου χάριν ἡνίκα εὑρεθῇ ἔχουϲα τὸ ρ, φυλάττει αὐτὸ καὶ ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν οἷον Ἕκτορι Ἕκτορϲι, Νέϲτορι Νέϲτορϲι. Choer. 349, 27: ὡϲ ὄφει ὄφεϲι, τάχεϊ τάχεϲι, Πάριδι Πάριϲι, Πλάτωνι Πλάτωϲιν, Ἕκτορι Ἕκτορϲι, Νέϲτορι Νέϲτορϲιν, οὕτωϲ οὖν καὶ μητέρι μητέρϲι, καὶ διὰ τὴν εὐφωνίαν ὑπερβιβαϲμὸϲ γίνεται τοῦ ρ, καὶ τροπὴ παρακολουθεῖ τοῦ ε εἰϲ ᾱ καὶ γίνεται μητράϲιν, ὥϲπερ πατέρι πατέρϲι καὶ πατράϲι, καὶ θυγατέρι θυγατέρϲι καὶ θυγατράϲι, καὶ ἀνήρ ἀνέρϲι καὶ ἀνδράϲι, τοῦ δ πλεονάϲαντοϲ. δύναται δὲ καὶ ἀπὸ τῆϲ κατὰ ϲυγκοπὴν δοτικῆϲ τῶν ἑνικῶν κανονιϲθῆναι καὶ ἐπὶ τούτων ἡ δοτικὴ τῶν πληθυντικῶν. ἔϲτι γὰρ ἡ κατὰ ϲυγκοπὴν δοτικὴ τῶν ἑνικῶν μητρί καὶ πατρί καὶ θυγατρί καὶ ἀνδρί· καὶ ἐπειδὴ τοῦ ϲ προϲερχομένου ἀϲυνταξία γίνεται, τούτου χάριν πλεοναϲμὸϲ παρακολουθεῖ τοῦ ᾱ καὶ γίνεται μητράϲι καὶ πατράϲι καὶ θυγατράϲι καὶ ἀνδράϲιν ἡ δοτικὴ τῶν πληθυντικῶν. Περὶ τῶν εἰϲ ψ.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
