# Περὶ κλίσεως ὀνομάτων 2.294

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.294

Περὶ τῶν εἰϲ ᾱ. Choer. 323, 30: τὰ εἰϲ ᾱ λήγοντα θηλυκά, ἐὰν μὲν ἔχῃ τὸ ᾱ καθαρόν, τουτέϲτι μὴ προηγουμένου ϲυμφώνου, ἢ πρὸ τοῦ ᾱ τὸ ρ, ἢ μακρόν, φυλάττει καὶ ἐν τῇ γενικῇ, φημὶ δὴ τὸ ᾱ, καὶ προϲθέϲει τοῦ ϲ ποιεῖ τὴν γενικήν. ἔϲτω δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· τὸ ᾱ μὲν καθαρὸν οἷον μαῖα μαίαϲ, γραῖα γραίαϲ, γαῖα γαίαϲ, Μήδεια Μηδείαϲ (τὸ γὰρ Μηδείηϲ ὑπ᾿ ἔρωτι Ἰωνικόν ἐϲτι), Κράτεια Κρατείαϲ, Ἀλεξάνδρεια Ἀλεξανδρείαϲ, Καιϲάρεια Καιϲαρείαϲ, Ἀντιόχεια Ἀντιοχείαϲ. πρὸ τοῦ ᾱ τὸ ρ οἶον ϲφαῖρα ϲφαίραϲ, Δηϊάνειρα Δηϊανείραϲ, εὐπάτειρα εὐπατείραϲ, ϲώτειρα ϲωτείραϲ, γενέτειρα γενετείραϲ, ἄρουρα ἀρούραϲ. τὸ δὲ ᾱ μακρὸν οἶον Ἀθηνᾶ Ἀθηνᾶϲ (μακρὸν γὰρ ἔχει τὸ ᾱ), μνᾶ μνᾶϲ, Ναυϲικᾶ Ναυϲικᾶϲ, Ἀνδρομέδα Ἀνδρομέδαϲ, Λήδα Λήδαϲ (τὸ γὰρ Λήδην εἶδον τὴν Τυνδαρέου παράκοιτιν ἀπὸ τοῦ ἡ Λήδη ἐϲτί), Φιλομήλα Φιλομήλαϲ, Διοτίμα Διοτίμαϲ, Ἥρα Ἥραϲ, φοβερά φοβερᾶϲ. ταῦτα δὲ ὡϲ ἔχοντα τὸ ᾱ καθαρὸν καὶ μετὰ τοῦ ρ καὶ ἐκτεταμένον φυλάττει τὸ ᾱ ἐν τῇ γενικῇ. ἐὰν δὲ μηδὲν ἐκ τούτων τῶν τριῶν ἔχῃ τουτέϲτι μήτε τὸ καθαρὸν ᾱ, μήτε πρὸ τοῦ ᾱ τὸ ρ, μήτε ἐκτεταμένον τὸ ᾱ, τρέπει τὸ ᾱ εἰϲ τὸ η ἐν τῇ γενικῇ μετὰ τοῦ προϲλαμβάνειν δηλονότι τὸ ϲ οἷον μοῦϲα μούϲηϲ, δόξα δόξηϲ, ῥίζα ῥίζηϲ, δίψα δίψηϲ, ἄελλα ἀέλληϲ, θύελλα θύελληϲ, Ϲκύλλα Ϲκύλληϲ, ἅμαξα ἁμάξηϲ, τράπεζα τραπέζηϲ, τύπτουϲα τυπτούϲηϲ, χαρίεϲϲα χαριέϲϲηϲ.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
