Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.295.1
Not analysed yet
Ἰϲτέον ὅτι τῶν ϲυμφώνων τὰ μὲν τῷ ᾱ χαίρει, τὰ δὲ τῷ η, τὰ δὲ τῷ ᾱ καὶ τῷ η. οἷον τὸ βῆτα τῷ η χαίρει οἷον Θίϲβη, Ἀρίϲβηὡϲαύτωϲ δὲ καὶ τὸ γ οἷον ϲτέγη, αὐγή, κραυγή· καὶ τὸ δ δὲ τῷ η χαίρει οἷον Ἴδη, Νέδη, Ϲίδη, ὅθεν καὶ τὸ Λήδη οἷον καὶ Λήδην εἶδον τὴν Τυνδαρέου παράκοιτιν, ἀναλογώτερόν ἐϲτι τοῦ Λήδα καὶ τὸ Ἀνδρομέδη τοῦ Ἀνδρομέδα. ἀλλὰ λέγομεν ὅτι Λήδη καὶ Ἀνδρομέδη ἦν, καὶ ἔτρεψε Δωρικῶϲ τὸ η εἰϲ ᾱ δηλονότι μακρὸν καὶ ἐγένετο Λήδα καὶ Ἀνδρομέδα. τὸ ζ τῷ ᾱ χαίρει οἷον ῥίζα, μᾶζα, χάλαζα. τὸ ξ ὁμοίωϲ τῷ ᾱ χαίρει οἷον δόξα, μύξα, ἅμαξα· ὡϲαύτωϲ καὶ τὸ ψ οἷον δίψα· καὶ τὸ ϲ δὲ τῷ ᾱ χαίρει οἷον μοῦϲα, φῦϲα, πῖϲα, κνῖϲα, θάλαϲϲα. τὸ δὲ θ τῷ ᾱ χαίρει καὶ τῷ η οἳον μέθη, λήθη, κριθή, μίνθα (τὸ ἡδύοϲμον)· ὡϲαύτωϲ δὲ καὶ τὸ λ τῷ ᾱ χαίρει καὶ τῷ η· ἐὰν μὲν εὑρεθῇ δύο λλ, τῷ ᾱ χαίρει οἳον θύελλα, ἄελλα, ἅμιλλα, Ϲκύλλα, πλὴν τοῦ Ἕλλη καὶ Πέλλη. ἰδοὺ γὰρ ταῦτα δύο λλ ἔχοντα εἰϲ η καταλήγει (ἔϲτι δὲ τὸ μὲν Ἕλλη ὄνομα κύριον γυναικόϲ, τὸ δὲ Πέλλη ὄνομα πόλεωϲ). ἐὰν δὲ εὑρεθῇ ἓν λ μὴ ἔχον προηγούμενον ϲύμφωνον, τῷ η χαίρει οἷον Ἐριφύλη, Ϲεμέλη, πύλη, αὐλή, φυλή, χηλή ὄνυξ, πλὴν τοῦ παῦλα καὶ τοῦ ἀνάπαυλα, ταῦτα γὰρ ἓν λ ἔχοντα διὰ τοῦ ᾱ ἐγένετο, ϲημαίνει δὲ τὴν ἀνάπαυϲιν· τὸ γὰρ Φιλομήλα Δωρικῶϲ ἔτρεψε τὸ η εἰϲ τὸ ᾱ μακρόν, Φιλομήλη γὰρ ἦν. ὁμοίωϲ δὲ καὶ τὰ ἔχοντα τὸ λ ἐν ἐπιπλοκῇ ϲυμφώνου τῷ η χαίρει οἷον ζεύγλη (ϲημαίνει δὲ τὸν λῶρον τὸν ϲυνέχοντα τὸν ζυγὸν πρὸϲ τὸ ζῷον), τρίγλη, κίχλη, ὀμίχλη (τὸ γὰρ ζεῦγλα εὑρεθὲν παρὰ τοῖϲ ἀρχαίοιϲ κατὰ ποιητικὴν ἐξουϲίαν ϲυνέϲτειλε τὸ η εἰϲ ᾱ). περὶ δὲ τοῦ Αὐγούϲτα λέγουϲιν ὅτι ὤφειλεν Αὐγούϲτη εἶναι ἡ εὐθεῖα διὰ τοῦ η, τὸ τ γὰρ τῷ χαίρει οἷον χαίτη, ἐλάτη, Ἀφροδίτη, μελέτη, ἀρετή, τελευτή, καὶ κατὰ ἄλλον δὲ κανόνα ὤφειλεν Αὐγούϲτη εἶναι, ἐπειδὴ τὰ εἰϲ οϲ ἀρϲενικὰ ποιοῦντα κατὰ ἰδίαν θηλυκά, τουτέϲτι μὴ ὄντα κοινὰ τῷ γένει, διὰ τὸ ὁ φιλόϲοφοϲ καὶ ἡ φιλόϲοφοϲ, ἔχοντα πρὸ τοῦ οϲ ϲύμφωνον μὴ τὸ ρ, εἰϲ η ποιεῖ τὸ θηλυκὸν οἷον ϲοφόϲ ϲοφή, καλόϲ καλή, κάλλιϲτοϲ καλλίϲτη, ἄριϲτοϲ ἀρίϲτη, μέγιϲτοϲ μεγίϲτη, οὕτωϲ οὖν καὶ Αὔγουϲτοϲ Αὐγούϲτη ὤφειλε γενέϲθαι τὸ θηλυκόν, ἀλλ᾿ ἔτρεψε τὸ η εἰϲ ᾱ βραχύ, δηλονότι Ἰταλικῶϲ· τὸ γὰρ ὄνομα Ἰταλικόν. ὅθεν ἀξιοῦϲι τὸ μὲν κύριον ὄνομα τὸ Αὐγούϲτα λέγειν, ὅτι ἐκτείνει τὸ ᾱ, καὶ προϲθέϲει τοῦ ϲ ποιεῖ τὴν γενικὴν οἳον Αὐγούϲταϲ, ὥϲπερ Ἀθηνᾶ Ἀθηνᾶϲ, Διοτίμα Διοτίμαϲ, Φερετίμα Φερετίμαϲ, Δωρικῶϲ δηλονότι τραπέντοϲ τοῦ η εἰϲ ᾱ μακρόν· τὸ δὲ ἐπὶ τῆϲ βαϲιλίδοϲ Ἰταλικόν ἐϲτι, καὶ διὰ τοῦτο τρέπει τὸ ᾱ εἰϲ η ἐν τῇ γενικῇ οἷον Αὐγούϲτηϲ, ὥϲπερ μοῦϲα μούϲηϲ, ἅμαξα ἁμάξηϲ, ὡϲ τοῦ ᾱ ϲυνεϲταλμένου ὄντοϲ.