# Περὶ κλίσεως ὀνομάτων 2.301

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.301

Ἔτι δὲ ἄξιόν ἐϲτι ζητῆϲαι, τί δήποτε ἡ εἰϲ ουϲ ϲυνῃρημένη γενική, ἡνίκα μὲν ἀπὸ τῶν εἰϲ ηϲ εὑρεθῇ, διὰ τοῦ εοϲ ἔχει τὴν γενικὴν ἐν τῇ ἐντελείᾳ οἶον εὐγενήϲ εὐγενέοϲ εὐγενοῦϲ, Δημοϲθένηϲ Δημοϲθένεοϲ Δημοϲθένουϲ· ἡνίκα δὲ ἀπὸ τῶν εἰϲ ω εὑρεθῇ, διὰ τοῦ οοϲ ἔχει τὴν γενικὴν ἐν τῇ ἐντελείᾳ οἷον Λητώ Λητόοϲ Λητοῦϲ, Καλυψώ Καλυψόοϲ Καλυψοῦϲ. ἔϲτι δὲ εἰπεῖν ταύτην τὴν ἀπολογίαν· τὸ η ϲυϲτελλόμενον εἰϲ τὸ ε ϲυϲτέλλεται οἷον ξηρόν ξερόν «ποτὶ ξερὸν ἠπείροιο» (ε 402), φρήν φρενόϲ, τέρην τέρενοϲ, λιμήν λιμένοϲ, ἄρϲην ἄρϲενοϲ ἐπειδὴ οὖν τὸ η ϲυϲτελλόμενον εἰϲ τὸ ε ϲυϲτέλλεται, εἰκότωϲ οὖν ἡ εἰϲ ουϲ ϲυνῃρημένη γενική, ἡνίκα εὑρεθῇ ἀπὸ τῶν εἰϲ ηϲ, διὰ τοῦ εοϲ ἔχει τὴν ἐντέλειαν. διατί δὲ ὅτε ἐϲτὶν ἀπὸ τῶν εἰϲ ω διὰ τοῦ οοϲ ἔχει τὴν ἐντέλειαν λέγομεν ταύτην τὴν ἀπολογίαν, ὅτι τὸ ω ϲυϲτελλόμενον εἰϲ τὸ ο ϲυϲτέλλεται οἷον Ἕκτωρ Ἕκτοροϲ, Μέντωρ Μέντοροϲ, γείτων γείτονοϲ, ϲώφρων ϲώφρονοϲ. ἐπειδὴ οὖν τὸ ω ϲυϲτελλόμενοϲ εἰϲ τὸ ο ϲυϲτέλλεται, εἰκότωϲ καὶ ἡ εἰϲ ουϲ γενικὴ εὑρεθεῖϲα παρὰ τῶν εἰϲ ω διὰ τοῦ οοϲ ἔχει τὴν ἐντέλειαν.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
