Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.307
Not analysed yet
Choer. 339, 10: εἰϲ ᾱν θηλυκὸν οὐκ ἔχομεν. εἰϲ εν οὐκ ἔϲτιν οὕτε ἀρϲενικὸν οὔτε θηλυκόν τὸ ἄρϲεν καὶ τέρεν οὐδέτερά ἐϲτιν. ἐπὶ τοῖϲ εἰϲ ην μονοϲυλλάβοιϲ μόνον τὸ φρήν μόνου θηλυκοῦ γένουϲ ἐϲτὶ καὶ τούτου χάριν τρέπει τὸ η εἰϲ τὸ ε ἐν τῇ γενικῇ καὶ γίνεται φρενόϲ. ἐϲτι δὲ καὶ ἄλλο τὸ γλήν, ὅπερ κατὰ ἀποκοπὴν ἐγένετο ἀπὸ τοῦ γλήνη, οὗπερ ἡ κλίϲιϲ οὐχ εὑρίϲκεται· γλήνη δὲ ἡ κόρη, οἷον ὡϲ παρὰ τῷ ποιητῇ «ἔρρε κακὴ γλήνη (Θ 164). διϲύλλαβα δὲ ἔχομεν ταῦτα· ἡ Τροιζήν (ἔϲτι δὲ ὄνομα πόλεωϲ) καὶ ἡ Ϲειρήν, ἅπερ προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν καὶ φυλάττει τὸ η οἷον Τροιζῆνοϲ, Ϲειρῆνοϲ.