Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.309
Not analysed yet
Είϲ ον διὰ τοῦ ο οὐχ εὑρίϲκεται θηλυκά, ἐὰν δὲ ἄρα καὶ εὕρωμεν, ἀπὸ οὐδετέρου γένουϲ ἐϲτὶ μετενεχθέντα, ἅτινα καὶ τόνον καὶ κλίϲιν τοῦ οὐδετέρου φυλάττει, μόνον δὲ τὸ ἄρθρον ἐναλλάττει οἶον ἡ Ἀβρότονον, ἡ Λεόντιον, ἡ Χρυϲίον, ἡ Φάνιον· ἀπὸ γὰρ τοῦ τὸ ἁβρότονον καὶ τὸ λεόντιον καὶ τὸ φάνιον καὶ τὸ χρυϲίον (ἔϲτι δὲ τὸ μὲν τὸ ἁβρότονον ὄνομα βοτάνηϲ, τὸ δὲ ἡ Ἀβρότονον ὄνομα ἑταίραϲ). ταῦτα δὲ οὐκ ἔχει πληθυντικὰ διὰ τὸ ἀχαρακτήριϲτον· οὐδὲ γὰρ ἠδύνατο τὴν κλίϲιν τοῦ οὐδετέρου ἐπιδέξαϲθαι ἐν τοῖϲ πληθυντικοῖϲ, ἐπειδ οὐδέποτε οὕτε ἀρϲενικὰ οὔτε θηλυκὰ εἰϲ ᾱ καταλήγει ἐν τοῖϲ πληθυντικοῖϲ· αὕτη γὰρ ἡ κατάληξιϲ μόνου οὐδετέρου γένουϲ ἐϲτὶν οἷον βήματα, κρέατα.