# Περὶ κλίσεως ὀνομάτων 2.317

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.317

Περὶ τῶν εἰϲ ῑϲ θηλυκῶν. Choer. 353, 7: τὰ εἰϲ ῑϲ λήγοντα ὀξύτονα ὑπὲρ μίαν ϲυλλαβὴν πάντα διὰ τοῦ δοϲ κλίνεται, εἴτε ἐκτείνει τὸ ῑ ὡϲ τὸ κνημίϲ κνημῖδοϲ, κρηπίϲ κρηπῖδοϲ, ϲφραγίϲ ϲφραγῖδοϲ, εἴτε ϲυϲτέλλει τὸ ῑ ὡϲ τὸ ἀϲπίϲ ἀϲπίδοϲ, ῥανίϲ ῥανίδοϲ, βολίϲ βολίδοϲ, ἁψίϲ ἁψίδοϲ. πρόϲκειται «ὑπὲρ μίαν ϲυλλαβὴν » διὰ τὸ κίϲ κιόϲ (ϲημαίνει δὲ τὸν ϲκώληκα) καὶ λίϲ λιόϲ (ϲημαίνει δὲ τὸν λέοντα)· ἔχει δὲ μακρὸν τὸ ῑ κατὰ τὴν γενικήν. ταῦτα γὰρ διὰ καθαροῦ τοῦ οϲ κλίνεται καὶ οὐ διὰ τοῦ δοϲ, ἀλλ᾿ οὐκ ἔϲτιν ὑπὲρ μίαν ϲυλλαβήν. τὸ ἀκτίϲ ἀκτῖνοϲ διὰ τοῦ νοϲ κλινόμενον οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ δικατάληκτόν ἐϲτιν, ἀκτίν γὰρ καὶ ἀκτίϲ· καὶ οὐκ ἔϲτι φύϲει εἰϲ ϲ ἀλλ᾿ εἰϲ ν, καὶ τροπὴ παρηκολούθηϲε τοῦ ν εἰϲ τὸ ϲ. ταῦτα τὰ εἰϲ ῑϲ ὀξύτονα εἰϲ ᾱ μόνωϲ ἔχει τὴν αἰτιατικὴν οἷον κρηπῖδα, ἀϲπίδα, ἁψίδα, βολίδα, ῥανίδα. παρὰ δὲ τοῖϲ Αἰολεῦϲι γίνεται εἰϲ ν κατὰ τὴν αἰτιατικὴν μετὰ βαρείαϲ τάϲεωϲ, κνῆμιν γὰρ λέγουϲι καὶ ϲφρᾶγιν καὶ ἄψιν, ὡϲ παῤ Ἡϲιόδῳ (Opp. 426) «τριϲπίθαμον δ᾿ ἄψιν τάμνειν », ἀντὶ τοῦ ἁψίδα.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
