# Περὶ κλίσεως ὀνομάτων 2.320

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.320

Τῶν εἰϲ ῑϲ βαρυτόνων θηλυκῶν τὰ εἰϲ νιϲ μακρὰν ἔχοντα τὴν παραλήγουϲαν διὰ τοῦ δοϲ κλίνεται οἶον μῆνιϲ μήνιδοϲ, νεᾶνιϲ νεάνιδοϲ (τοῦτο δὲ μακρὸν ἔχει τὸ ᾱ καὶ προπεριϲπᾶται), ὀνῶνιϲ ὀνώνιδοϲ (ὄνομα δὲ τοῦτο ἀκάνθηϲ). πρόϲκειται «μακρὰν ἔχοντα τὴν παραλήγουϲαν » διὰ τὸ κόνιϲ κόνεωϲ καὶ ὕνιϲ ὕνιοϲ καὶ ϲπάνιϲ ϲπάνιοϲ· ταῦτα γὰρ βραχείᾳ παραληγόμενα διὰ καθαροῦ τοῦ οϲ ἔχει τὴν γενικὴν (ὕνιϲ δέ ἐϲτι μέροϲ ἀρότρου). ϲεϲημείωται τὸ ὄρνιϲ ὄρνιθοϲ. ἀλλ᾿ ἔϲτιν εἰπεῖν, ὅτι πρῶτον μὲν τοῦτο οὐκ ἔϲτι θηλυκὸν μόνωϲ, ηὑρέθη γὰρ καὶ ἀρϲενικῶϲ ὁ ὄρνιϲ παρὰ τῷ Ἀριϲτοφάνει (Plut. 63) δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ. δεύτερον δὲ ἔϲτιν εἰπεῖν, ὅτι ἔϲτι τινὰ εἰϲ ῑϲ λήγοντα ἔχοντα πρὸ τοῦ ῑ δύο ἀμετάβολα, ἅτινα διὰ τοῦ θοϲ κλίνεται οἷον δέλλιϲ δέλλιθοϲ (ἔϲτι δὲ ζῷον ὅμοιον μελίϲϲῃ), μέρμιϲ μέρμιθοϲ (ϲημαίνει δὲ τὸ λεπτὸν ϲχοινίον)· οὕτωϲ οὖν καὶ ὄρνιϲ ὄρνιθοϲ καὶ ὄρνιθεϲ ἡ εὐθεῖα τῶν πληθυντικῶν, καὶ κατὰ ἀποβολὴν τοῦ θ καὶ κράϲει τοῦ ῑ καὶ ε εἰϲ ῑ μακρὸν ὄρνιϲ, ὥϲπερ μάντιεϲ μάντιϲ· τὸ γὰρ μάντειϲ διὰ τῆϲ εῑ διφθόγγου ἀπὸ τοῦ μάντεέϲ ἐϲτι. ϲεϲημείωται τὸ Τράλλιϲ Τράλλεωϲ (ἔϲτι δὲ ὄνομα πόλεωϲ), ὅτι διὰ δύο ἀμεταβόλων ἐκφερόμενον οὐ κλίνεται διὰ τοῦ θοϲ, ἀλλὰ διὰ καθαροῦ τοῦ οϲ. Τὰ εἰϲ πιϲ θηλυκὰ εἴτε ἁπλᾶ εἴτε ϲύνθετα εἶτε ὀξύτονα εἴτε βαρύτονα διὰ τοῦ δοϲ κλίνεται οἷον κρηπίϲ κρηπῖδοϲ, βοῶπιϲ βοώπιδοϲ, ἑλικῶπιϲ ἑλικώπιδοϲ, τράμπιϲ τράμπιδοϲ, ἔϲτι δὲ βαρβαρικὸν ὅπλον, κάλπιϲ κάλπιδοϲ.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
