# Περὶ κλίσεως ὀνομάτων 2.323

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.323

Τὰ εἰϲ υϲ ὀξύτονα θηλυκὰ ἐὰν μὲν ϲυϲτέλλῃ τὸ υ, διὰ τοῦ δοϲ κλίνεται, καὶ εἰϲ ᾱ μόνωϲ ἔχει τὴν αἰτιατικὴν οἷον χλαμύϲ χλαμύδοϲ χλαμύδα, κροκύϲ κροκύδοϲ κροκύδα, πηλαμύϲ πηλαμύδοϲ πηλαμύδα ἐὰν δὲ μακρὸν ἔχῃ τὸ υ, διὰ καθαροῦ τοῦ οϲ κλίνεται εἴτε ὀξύτονα ᾖ εἴτε περιϲπώμενα οἷον ὀιζύϲ ὀϊζύοϲ, έριννύϲ ἐριννύοϲ, πληθύϲ πληθύοϲ, ἰξύϲ ἰξύοϲ (ϲημαίνει δὲ τὴν ῥάχιν), ἰλύϲ ἰλύοϲ, ἐδητύϲ ἐδητύοϲ (ϲημαίνει δὲ τὴν βρῶϲιν) «ἐδητύοϲ ἠδὲ ποτῆτοϲ», νηδύϲ νηδύοϲ — τοῦτο δὲ ποιητικῇ ἀδείᾳ ϲυϲτέλλεται ὡϲ παρὰ Καλλιμάχῳ (h. Dian. 160) «ἔτι οἱ πάρα νηδὺϲ ἐκείνη» καὶ παῤ Εὐριπίδη ἐν Ἀνδρομάχῃ (356) «καὶ νηδὺν ἐξαμβλοῦμεν ὡϲ αὐτὴ λέγει» —, δρῦϲ δρυόϲ (τοῦτο δὲ περιϲπᾶται), ὀφρῦϲ ὀφρύοϲ, ὀϲφῦϲ ὀϲφύοϲ (ϲημαίνει δὲ καὶ αὐτὸ τὴν ῥάχιν), καὶ ταῦτα δὲ περιϲπᾶται. ϲεϲημείωται τὸ ἀγνύϲϲ ἀγνῦθοϲ· τοῦτο γὰρ ὀξύτονον ὂν καὶ μακρὸν ἔχον τὸ υϲ διὰ τοῦ θοϲ ἐκλίθη καὶ οὐ διὰ καθαροῦ τοῦ οϲ. ἀγνῦθεϲ δὲ λέγονται οἱ λίθοι οἱ περιφερεῖϲ καὶ τετρημένοι οἱ κρεμάμενοι ἐν τοῖϲ μετεωρίοιϲ. ἰϲτέον δὲ ὅτι τὰ διὰ καθαροῦ τοῦ οϲ κλινόμενα εἰϲ ν αὐτὴν μόνωϲ ἔχει τὴν αἰτιατικὴν οἷον πίτυοϲ πίτυν, γένυοϲ γένυν, δρυόϲ δρῦν, ὀϲφύοϲ ὀϲφῦν, ὀφρύοϲ ὀφρῦν. εὑρίϲκομέν τινα ἐν αὐτοῖϲ ϲπανίωϲ διφορούμενα οἷον νηδύοϲ νηδύα, ὀφρύοϲ ὀφρύα, δρυόϲ δρύα. Περὶ τῶν εἰϲ ωϲ θηλυκῶν.

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
