# Περὶ κλίσεως ὀνομάτων 2.325

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-10/2.325

Choer. 360, 19: τὰ δὲ βαρύτονα ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν ὁμοίωϲ καὶ τὰ περιϲπώμενα καὶ ἐπιδέχεται κλίϲιν ὁμοίαν τοῖϲ εἰϲ ω Ἀττικοῖϲ ἐν ἁπάϲαιϲ ταῖϲ πτώϲεϲιν οἷον ἡ Κῶϲ τῆϲ Κῶ, ἡ Τλῶϲ τῆϲ Τλῶ, ἡ Κρῶϲ τῆϲ Κρῶ (ἔϲτι δὲ ταῦτα ὀνόματα πόλεων), ἡ Κέωϲ τῆϲ Κέω, ἡ Κῶϲ τῆϲ Κῶ (immo Κόωϲ — Κόω), ἡ Τέωϲ τῆϲ Τέω (ἔϲτι δὲ καὶ ταῦτα ὀνόματα πόλεων), ἡ ἅλωϲ τῆϲ ἅλω (τὸ γὰρ ἅλωοϲ πταῖϲμα νεωτερικόν ἐϲτι· ϲημαίνει δὲ τὸ ἁλώνιον, δινομένην περὶ βουϲὶν ἐμὴν ἐφύλαττον ἅλωα παρὰ τῷ Καλλιμάχῳ ἐν τῇ Ἑκάλῃ, ϲημαίνει δὲ καὶ τὸ νεφελοειδὲϲ τὸ περὶ τὸν ἥλιον καὶ τὴν ϲελήνην), ἡ ἕωϲ τῆϲ ἕω (τοῦτο δὲ ϲημαίνει τὴν ἀνατολήν), ἡ γάλωϲ τῆϲ γάλω (τοῦτο δὲ κλίνεται καὶ γάλωτοϲ ὡϲ γέλωϲ γέλωτοϲ).

---

Herodianus, Περὶ κλίσεως ὀνομάτων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg013.local001/.
